TLG 1548 001 :: OENOMAUS :: Fragmenta

OENOMAUS Phil.
(Gadarensis: A.D. 2)

Fragmenta

Source: Mullach, F.W.A. (ed.), Fragmenta philosophorum Graecorum, vol. 2. Paris: Didot, 1867 (repr. Aalen: Scientia, 1968): 361–385.

frr. 1–14

Citation: Fragment — (line)

1

Τίθησι γοῦν ὁμοῦ καὶ ἀπελέγχει τὸν χρησμὸν εὖ μάλα τις τῶν νέων ἀνδρικῷ λογισμῷ, Γοήτων φώραν ἐν οἰκείῳ συγγράμματι πεποιημένος. Οὗ καὶ αὐτοῦ τῶν φωνῶν ἀλλὰ μὴ τῶν ἐμῶν ἄκουε, πρὸς τὸν χρη‐
5σμῳδὸν ὧδέ πως ἀποτεινομένου· Τί δ’; οὐκ Ἀθηναῖοι τὸν Ἀνδρόγεων ἀποκτείναντες, καὶ λοιμώξαντες ἐπὶ τούτῳ, εἶπον ἂν μετανοεῖν; Ἢ μὴ λεγόντων, οὔ σε προσῆκον ἦν εἰπεῖν, μετανοεῖτε, μᾶλλον ἤ, Λοιμοῦ καὶ λιμοῦ τέλος ἔσσεται, ἤνπερ ἑαυτῶν
10 σώματ’ ἀπὸ κλήρου ἄῤῥεν καὶ θῆλυ νέμητε Μίνωϊ, εἰς ἅλα δῖαν ἀποστέλλοντες, ἀμοιβὴν τῶν ἀδίκων ἔργων· οὕτω θεὸς ἵλαος ἔσται. Ἐῶ γὰρ τὸ Ἀνδρόγεω μὲν Ἀθήνησιν ἀποθανόντος ὑμᾶς ἀγανακτεῖν, τῶν δὲ τοσούτων καὶ πανταχόθι
15καὶ πάντοτε καθεύδειν. Καίτοι εἰδὼς ὅτι ἐθαλασσο‐ κράτει τότε ὁ Μίνως, καὶ μέγα ἐδύνατο, καὶ πᾶσα ἡ Ἑλλὰς αὐτὸν ἐθεράπευε, καὶ ἦν καὶ διὰ τοῦτο δι‐ καιότατος, καὶ νομοθέτης ἀγαθός, καὶ Ὁμήρῳ ἐδόκει Διὸς μεγάλου εἶναι ὀαριστής, καὶ ἀποθανὼν ἐν ᾍδου
20δικαστής· καὶ σὺ διὰ τοῦθ’ ὑπὲρ αὐτοῦ τὰς δίκας ταύ‐ τας εἰσεπράττου. Ἀλλὰ παραλείπω οὐδὲν ἧττον γε ταῦτα ὑμῶν, καὶ ὅτι τοὺς φονεῖς ἐάσαντες τοὺς οὐδὲν αἰτίους πέμπειν ἐκελεύετε ἀποθανουμένους, καὶ τοῦτ’ ἐπ’ ἄνδρα, ὃν ἀναδεικνύναι ἐμέλλετε κοινὸν ἀνθρώπων
25δικαστήν, ὃς οὐδ’ αὐτὸ τοῦτο ἠπίστατο δικάσαι. Καί‐ τοι πόσους ὑμεῖς οἱ θεοὶ ἀντὶ τούτων τῶν κορῶν δίκαιοι πέμπειν ἐστὲ Ἀθηναίοις, οὓς ἀδίκως ὑπὲρ Ἀνδρόγεω ἀπεκτείνατε;

2

Ὁ δ’ αὐτὸς οὗτος συγγραφεὺς ὁπόσοις ὁ Ἀπόλ‐ λων διὰ τῆς τῶν χρησμῶν ἀμφιβολίας θανάτου αἴτιος γέγονε, τὴν ἀμφὶ τοὺς Ἡρακλείδας ἀναλαβὼν ἱστο‐ ρίαν, εὐθύνει λέγων οὕτως· Ἐπεὶ δέ πως ἐπεμνήσθην
5τοῦδε τοῦ λόγου, φέρε, τὰ καθήκοντα διέλθω τοῦ κατὰ τοὺς Ἡρακλείδας διηγήματος. Οὗτοι γάρ ποθ’ ὡρ‐ μημένοι κατὰ τὸν Ἰσθμὸν εἰσβαλεῖν εἰς Πελοπόννησον ἐσφάλησαν. Ἀριστόμαχος οὖν ὁ Ἀριδαίου, ἐπειδὴ ὁ Ἀριδαῖος ἐτεθνήκει ἐν τῇ εἰσβολῇ, ἔρχεται ἀκουσό‐
10μενος παρὰ σοῦ περὶ τῆς ὁδοῦ ἐπεθύμει δὲ ὥσπερ καὶ ὁ πατήρ. Σὺ δ’ αὐτῷ λέγεις,
Νίκην σοι φαίνουσι θεοὶ δι’ ὁδοῖο στενύγρων. Καὶ ὃς κατὰ τὸν Ἰσθμὸν ὥρμησεν ἐπιχειρεῖν, καὶ μάχῃ τελευτᾷ. Τούτου υἱὸς ὁ Τήμενος κακοδαίμων ἧκεν361
15ἐκ κακοδαιμόνων τρίτος· σὺ δ’ αὐτῷ παρεγγυᾷς ἃ καὶ Ἀριστομάχῳ τῷ πατρί· καὶ ὅς, ἀλλὰ κἀκεῖνός σοι ἐπιπεισθείς, ἀπέθανεν ἐν τῇ εἰσβολῇ. Καὶ σὺ ἔφης, Οὐ κατὰ γῆν λέγω στενύγρην, ἀλλὰ κατὰ τὴν εὐρυ‐ γάστορα. Ἐπειδὴ χαλεπὸν ἦν εἰπεῖν κατὰ τὴν θά‐
20λασσαν, κἀκεῖνος ᾔει κατὰ τὴν θάλασσαν, δόξαν ἐνεποίησας ὅτι κατὰ γῆν εἰσίοι. Καὶ κατὰ μέσον στρατοπεδεύεται Ναυπάκτου καὶ Ῥυπαίης. Καὶ δια‐ κοντίζει Κάρνον ἱππότην Φυλάνδρου τὸν Αἰτωλόν· εὖ, ἐμοὶ δοκεῖ, ποιῶν· καὶ ἐπειδὴ συνεκύρησε νόσος πλη‐
25σία, καὶ ἀπέθανεν Ἀριστόδημος, πάλιν ἐπανεχώρουν, καὶ ὁ Τήμενος ἐλθὼν ἀπεμέμφετο τῇ ἀποτυχίᾳ· καὶ ἤκουσεν ὅτι ποινὴν ἀνεμάξατο τοῦ θείου ἀγγέλου, καὶ τὸ ὑπὲρ τῆς εὐχῆς Ἀπόλλωνι Καρνείῳ ποίημα τὸ διὰ τοῦ χρησμοῦ λέγον,
30 Ἄγγελον ἡμέτερον κτείνας ἀνεμάξαο ποινήν. Τί οὖν, φησιν ὁ Τήμενος, τί χρὴ ποιεῖν; Καὶ πῶς ἂν ἱλασαίμην ὑμᾶς; Εὔχευ Καρνείῳ τελέειν σέβας Ἀπόλλωνι. Ὦ μιαρώτατε καὶ ἀναισχυντότατε μάντι· εἶτ’ οὐκ
35ἠπίστασο ὅτι διαμαρτήσεται τῆς στενύγρης ὁ τὴν στενύγρην ἀκούσας; Ἀλλ’ οὐδὲν ἧττον ἐπιστάμενος χρᾷς, ἔπειτα περιορᾷς διαμαρτάνοντα. Ἀλλ’ ἀμφίβο‐ λος ἡ στενύγρη, ὅπως νικήσαντι μὲν αἴτιος εἶναι δο‐ κῇς νίκης, ἡττηθέντι δὲ μηδὲν αἴτιος εἶναι ἥττης,
40ἔχῃς δὲ ἀποφυγεῖν ἐπὶ τὴν εὐρυγάστορα. Ἀλλ’ ἧκεν ἄνθρωπος ἐπὶ τὴν εὐρυγάστορα, καὶ οὐκ ἔτυχεν. Εὕ‐ ρηται πάλιν εἰς ἀποφυγὴν Κάρνος ἄγγελος ἀποθανών. Καίτοι πῶς, ὦ κράτιστε, ὁ κηδόμενος οὕτω τοῦ Κάρ‐ νου, ἄλλοις μὲν αὐτὸν θεοφορεῖσθαι ἐκέλευες, ἑαυτῷ
45δὲ οὔ; Καὶ δέον σώζειν ἕνα ὄντα Κάρνον, αὐτόν τε περιεῖδες, καὶ ἐναποθανόντι αὐτῷ Ὁμηρικὴν νόσον ἐνέβαλες εἰς τὸ πλῆθος, καὶ εὐχὰς ἐπὶ τῇ νόσῳ ἀφη‐ γοῦ; Εἰ δ’ εὐχόμενος οὐδὲν ἤνυεν, ἄλλο τι ἂν ἐξεύ‐ ροιτο ἄκος τῷ σῷ σοφίσματι, καὶ οὐδέποτ’ ἂν ἐλή‐

2

(50)

ξατε, οἱ μὲν ἐρωτῶντες, σὺ δὲ σοφιζόμενος, ἵνα καὶ νικῶσι καὶ ἡττωμένοις ᾖς ἀφώρατος κακουργῶν. Ἱκα‐ νὸν γὰρ τὸ πάθος καὶ ἡ ἐπιθυμία παραβουκολῆσαι, ὡς μηδ’ εἰ χιλιάκις σφαγεῖεν ἀπιστεῖν σοι ποιῆσαι. Τούτοις ἄξιον ἐπισυνάψαι τὰ περὶ Κροῖσον. Λυδίας
55οὗτος ἐβασίλευσεν, ἄνωθεν ἐκ παλαιῶν εἰς αὐτὸν ἥκου‐ σαν παραλαβὼν τὴν ἀρχήν· εἶτά τι πλέον τῶν προγό‐ νων κατορθώσειν ἐλπίσας τοὺς θεοὺς εὐσεβεῖν διενοήθη, καὶ διὰ πείρας ἐλθὼν ἁπάντων τὸν ἐν Δελφοῖς Ἀπόλλω προκρίνει, κἄπειτα κρατῆρσι καὶ πλίνθοις χρυσαῖς
60ἀναθημάτων τε μυρίων πλήθει κοσμήσας τὸ ἱερὸν τῶν πανταχοῦ γῆς ἐν ὀλίγῳ χρόνῳ πλουσιώτατον ἀπέ‐
φηνεν, οὐδ’ ὅσα πρὸς θυσίας ἐξήρκει παραλιπὼν τῇ μεγαλοψυχίᾳ. Ἐπειδὴ οὖν τὰ τοιαῦτα προδεδάνειστο τῷ θεῷ, ταῖς τῆς εὐσεβείας εἰκότως ὁ Λυδὸς ἐπιθαρ‐362
65σῶν μεγαλουργίαις στρατεῦσαι ἐπὶ Πέρσας διανοεῖται, αὐξῆσαι τὴν ἀρχὴν εἰς μέγα τῇ τοῦ θεοῦ συμμαχίᾳ προμηθούμενος. Τί οὖν ὁ θαυμάσιος χρησμῳδός; Αὐτὸς ἐκεῖνος ὁ ἐν Δελφοῖς, ὁ Πύθιος, ὁ φίλιος, τὸν ἱκέτην, τὸν εὐσεβῆ, τὸν πρόσφυγα, οὐχ ὅπως τῆς ἀλ‐
70λοτρίας τυχεῖν ἀρχῆς, ἀλλὰ καὶ τῆς οἰκείας ἐκπεσεῖν παρασκευάζει, οὔτι ἑκών, ἔμοιγε δοκεῖ, ἀγνοίᾳ δὲ μᾶλλον τοῦ ἀποβησομένου· (μὴ γὰρ τὸ μέλλον εἰδὼς ὁ θεός, ἐπεὶ μὴ θεὸς ἦν μηδέ τις ἀνθρώπου κρείττων δύναμις, ἐπὶ θάτερα σοφιστικῶς τὸν χρησμὸν ἡρμό‐
75σατο·) καὶ μονονουχὶ φήσας, Κροῖσος Ἅλυν διαβὰς μεγάλην ἀρχὴν καταλύσει, τὴν ἐκ προγόνων διαδοχῆς εἰς τὸν εὐσεβῆ κατελθοῦ‐ σαν τῆς Λυδίας ἀρχήν, μεγάλην οὖσαν καὶ πολυχρό‐ νιον, καταστρέφει, τῆς ἄγαν περὶ αὐτὸν σπουδῆς
80τοῦτον ἀποδοὺς τῷ θεοφιλεῖ τὸν καρπόν.

3

Ἐπὶ τούτοις ὁ συγγραφεὺς οἷα οὐκ ἀλόγως δια‐ γανακτεῖ, ἄκουε. Ἔοικας δὴ ὡς ἀληθῶς τὰ μὲν ὅσα ψάμμου ἄξιά ἐστιν εἰδέναι, καλὸν δὲ μηδὲν εἰδέναι. Τὸ γοῦν ὀσμὴν ἐς φρένας σὰς ἐλθεῖν κραταιρίνοιο χε‐
5λώνης ἑψομένης, ψάμμου ἄξιον ἐπιστήμη ἐστίν· οὐκ ἀληθὲς μὲν ὂν οὐδ’ αὐτό, ἀλλὰ προσεοικός γε ὅμως τῷ ἀλαζόνι καὶ ἀναιδεῖ, καὶ ἐπὶ τοῖς κενοῖς εἰ‐ δήμασι τὴν ὀφρὺν ἐπαίροντι, καὶ τὸ Λύδιον ἀνδρά‐ ποδον τὸν Κροῖσον πείθοντι μὴ καταφρονεῖν αὐτοῦ.
10Ὃς μετ’ ὀλίγον ἐπὶ τῇ πείρᾳ ἤμελλεν ἐρωτᾶν σε, εἰ στρατεύοι ἐπὶ Πέρσας, καὶ σύμβουλον ποιεῖσθαι ὑπὲρ τῆς αὐτοῦ μανίας καὶ πλεονεξίας. ᾯ οὐκ ὤκνησας εἰπεῖν, ὅτι Ἅλυν διαβὰς μεγάλην ἀρχὴν καταλύσει.
15Ἐκεῖνο μέντοι εὖ, ὅτι σοι οὐδὲν ἔμελεν, εἴ τι ἄτοπον πείσεται ὑπ’ ἀμφιβόλου χρησμοῦ ἐπαρθεὶς ἐπ’ ἀλλο‐ τρίαν ἀρχήν, οὐδ’ εἰ πικροί τινες ἄνθρωποι καὶ κακοή‐ θεις, δέον ἐπαινεῖν σε ἐπὶ τῷ ἐκτραχηλίσαι μαινόμε‐ νον ἄνθρωπον, καὶ προσεγκαλοῖεν, ὡς οὐδὲ ἰσόῤῥοπον
20φωνὴν ἀφέντι, ἵν’ ὀκνήσειεν καὶ βουλεύσαιτο ὁ Λυ‐ δός· ἀλλὰ καταλῦσαι καθ’ ἕνα τρόπον ἐστὶ νοεῖσθαι πρὸς τῶν Ἑλλήνων, οὐ τὸ τῆς οἰκείας ἀρχῆς ἐκπε‐ σεῖν, ἀλλὰ τὸ τὴν ἀλλοτρίαν περιποιήσασθαι. Ὁ μὲν γὰρ ἡμίμηδος ἢ ἡμιπέρσης Κῦρος, ἢ ὁ μητρόθεν
25μὲν ἐκ τυραννικοῦ πατρόθεν δὲ ἐξ ἰδιωτικοῦ γένους ἡμίονος ὢν ἐν τῷ αἰνίγματι, παρεμφαίνει μὲν τὴν ἔκτυφον μοῦσαν, ἀλλὰ καὶ τὴν ἄμαντιν μαντικήν,
εἴπερ οὐκ ᾔδη μὴ οὐ συνήσοντα τοῦ αἰνίγματος ὁ μάν‐ τις. Εἰ δ’ οὐχ ὑπὸ ἀγνοίας ἀλλ’ ὑπὸ τρυφῆς καὶ πο‐363
30νηρίας ἔπαιζε, βαβαὶ οἷα τὰ θεῖα παίγνιά ἐστιν. Εἰ δ’ οὐδὲ τοῦτο, ἀλλ’ ὅτι ἐχρῆν οὕτω γενέσθαι, ἀνιερώτα‐ τος μὲν οὗτος λόγων σοφιστικῶν· τί δ’ ὅμως, εἰ οὕτως ἐχρῆν γενέσθαι, σὺ ὁ δύστηνος ἐν Δελφοῖς καθέζῃ τὰ κενὰ καὶ μάταια ᾄδων; τί δέ σου ὄφελος ἡμῖν; τί
35δὲ μαινόμεθα οἱ πανταχόθεν τῆς γῆς ἐπὶ σὲ διώκον‐ τες; τί δέ σοι κνίσης δεῖ;

4

Τοιαῦτα τῆς Οἰνομάου παῤῥησίας τὰ τῆς τῶν Γοήτων φώρας, κυνικῆς οὐκ ἀπηλλαγμένα πικρίας. Οὐδὲ γὰρ δαίμονος, μὴ ὅτι θεοῦ, τοὺς παρὰ τοῖς Παν‐ έλλησι θαυμαζομένους χρησμοὺς εἶναι βούλεται, γοή‐
5των δ’ ἀνδρῶν πλάνας καὶ σοφίσματα ἐπὶ ἀπάτῃ τῶν πολλῶν ἐσκευωρημένα· ὧν ἐπείπερ ἅπαξ ἐμνήσθημεν, οὐδὲν ἂν γένοιτο ἐμποδὼν τοῦ καὶ ἑτέρων ἐλέγχων ἐπακοῦσαι. Καὶ πρώτου γε δι’ οὗ φησιν ὁ αὐτὸς ἑαυτὸν ὑπὸ τοῦ Κλαρίου Ἀπόλλωνος ἠπατῆσθαι, γρά‐
10φων ὧδε· Ἀλλὰ δὴ ἔδει τι καὶ ἡμᾶς τῆς κωμῳδίας μετασχεῖν, καὶ μὴ σεμνύνεσθαι ὡς οὐκ ἐμπεσόντας εἰς τὴν κοινὴν παραπληξίαν, καὶ τὴν ἐμπορίαν εἰπεῖν, ἣν καὶ αὐτοὶ περὶ σοφίας ἐνεπορευσάμεθα ἐκ τῆς Ἀσίας, ὦ Κλάριε, παρὰ σοῦ·
15 Ἔστιν ἐν Τρηχῖνος αἴῃ κῆπος Ἡρακλήϊος πάντ’ ἔχων θάλλοντα, πᾶσι δρεπόμενος πανημαδόν, οὐδ’ ὀλιζοῦται, βέβριθε δ’ ὕδασιν διηνεκές. Εἰτ’ ἐγὼ ἀκούσας ὁ βάκηλος καὶ αὐτὸς ὑπὸ τοῦ Ἡρα‐ κλέους ἐφυσήθην, καὶ τοῦ Ἡρακληΐου κήπου θάλλον‐
20τος Ἡσιόδειόν τινα ὀνειροπολῶν ἱδρῶτα διὰ τὴν Τρη‐ χῖνα, καὶ ῥηϊδίην αὖθις ζωὴν διὰ τὸν θάλλοντα κῆπον. Εἶτά μοι ἐπερομένῳ, εἴ μοι συναίρονται οἱ θεοί, εἷς τις ἐκ τῶν πολλῶν λέγει, ἐπομνύμενος αὐτοὺς τοὺς συναιρομένους θεούς, ἦ μὴν παρὰ σοῦ ἀκηκοέναι αὐτὸ
25τοῦτο Καλλιστράτῳ δεδομένον Ποντικῷ τινι ἐμπόρῳ. Ἐγὼ οὖν ὡς ἤκουσα, πῶς, οἴει, ἠγανάκτησα, ὡς δὴ τῆς ἀρετῆς ὑπ’ αὐτοῦ ἀποστερούμενος; Ἀλλὰ καίπερ ὅμως δυσφορῶν ἀνεσκοπούμην τὸν ἔμπορον, εἴ τι κἀ‐ κεῖνος ἐθάλφθη ὑπὸ τοῦ Ἡρακλέους· ἐφαίνετο δὴ οὖν
30κἀκεῖνος πόνον τινὰ πονεῖν, καὶ κέρδους ἐφίεσθαι, καὶ βίον τινὰ ἡδὺν ἐκ τοῦ κέρδους προσδοκᾶν. Ὡς δ’ ἐφαίνετο ὁ ἔμπορος ἐξισούμενος, οὐκέτι τὸν χρησμὸν ἐδεχόμην, οὐδὲ τὸν Ἡρακλέα, ἀλλ’ ἀπηξίουν τῶν αὐ‐ τῶν κοινωνεῖν, εἴς τε τοὺς παρόντας πόνους αὐτῶν
35ἀποβλέπων, καὶ τὰς ἐν ἐλπίδι φάτνας. Ἀλλ’ οὐδ’ ὁ λῃστὴς ἄμοιρος ἐφαίνετο τοῦ χρησμοῦ, οὐδ’ ὁ στρατι‐
ώτης, οὐδ’ ἐρῶν ἀνήρ, οὐδ’ ἐρῶσα γυνή, οὐδὲ κόλαξ, οὐδὲ ῥήτωρ, οὐδὲ συκοφάντης. Ἑκάστῳ γὰρ ὡς ἐπιθυμεῖ, ἡγεῖσθαι μὲν τὸν πόνον, προσδοκᾶσθαι δὲ364
40τὴν εὐφροσύνην.

5

Ταῦτα ἐκθέμενος εὐθὺς ἐπισυνάπτει, ὡς καὶ δεύ‐ τερον ἐρωτήσας καὶ τρίτον οὐδὲν εἰδότας ἔγνω τοὺς θαυμασίους, μόνῳ δὲ τῷ τῆς ἀσαφείας σκότῳ τὴν σφῶν ἄγνοιαν ἐπικρύπτοντας. Λέγει δ’ οὖν· Ἐπεὶ δέ
5μοι τὰ τῆς ἐμπορίας ἤδη πρὸ ὁδοῦ ἦν, ἀνδρὸς δὲ ἔδει τοῦ ξεναγωγήσοντος ἐπὶ τὴν σοφίαν, ἄπορος δὲ ἐφαί‐ νετο οὗτος, σοῦ ἐδεόμην καὶ τούτου γενέσθαι ἐνδεί‐ κτην, Ἔν τε τοῖσιν εὐπελέεσσιν ἠδ’ Ἀχαιοῖσιν χρέος
10 θήσεται, τὸ δ’ ἐκτεκμαρθὲν οὐδὲ μικρὸν ἔσσεται. Τί φής; Εἰ δ’ ἀγαλματοποιός τις ἢ ζωγράφος ἐπεθύ‐ μουν γενέσθαι, καὶ διδασκάλους ἐζήτουν, ἆρά μοι ἤρ‐ κει ἀκοῦσαι «Ἔν τε τοῖσιν εὐπελέεσσιν», ἀλλ’ οὐκ ἂν μαίνεσθαι εἶπον τὸν λέγοντα; Ἀλλὰ τοῦτο μὲν ἴσως
15οὐχ ἱκανὸς εἶ διανοῆσαι, ἀσάφειαν γὰρ ἔχει πολλὴν τὰ ἀνθρώπεια ἤθη· ὅπου δέ μοι ἐκ Κολοφῶνος ἄμεινον πορεύεσθαι, οὐκέθ’ οὕτως ἀφανὲς τῷ θεῷ, Ἐκ τανυστρόφοιο λᾶας σφενδόνης ἱεὶς ἀνήρ, χῆνας ἐναρίζων βολαῖσιν, ἀσπέτους, ποιηβόρους.
20Τοὺς δὲ ἀσπέτους, ποιηβόρους χῆνας, τίς μοι μηνύσει ὅ, τι ποτὲ λέγουσι; τίς δὲ τὴν τανύστροφον σφενδό‐ νην; ὁ Ἀμφίλοχος, ἢ ὁ Δωδωναῖος, ἢ σὺ ἐν Δελφοῖς, εἰ γενοίμην; Οὐκ ἀπάγξῃ που ἀπελθὼν τῇ τανυστρόφῳ σφενδόνῃ μετὰ τοῦ ἀδιανοήτου ποιήματος;
25 Ἀλλὰ γὰρ τούτων ὧδε ἐληλεγμένων, ὥρα συνιδεῖν αὖθις ἄνωθεν, ὅπως τοὺς παλαιτάτους χρησμοὺς τοὺς ἐν Δελφοῖς ὁ αὐτὸς ἀπελέγχει, τοὺς δὴ μάλιστα ἐν ταῖς Ἑλληνικαῖς ἱστορίαις θαυμαζομένους. Πολὺς ἦν ὁ Περσῶν στρατὸς ὡπλισμένος κατὰ
30Ἀθηναίων, οὐδ’ ἦν τις αὐτοῖς ἄλλη σωτηρίας ἐλπίς, ἢ μόνος ὁ θεός. Οἳ δὴ τοῦτον ὅστις ἦν οὐκ εἰδότες, τὸν πάτριον ἀρωγὸν ἐπεκαλοῦντο· ὁ ἐν Δελφοῖς Ἀπόλλων οὗτος ἦν. Τί οὖν ὁ θαυμαστὸς οὗτος; ἆρά γε τῶν οἰκείων ὑπερεμάχει; ἆρα λοιβῆς καὶ κνίσης ἐμέ‐
35μνητο, καὶ ὧν αὐτῷ συνήθως ἐτέλουν τὰς ἑκατόμβας ἐπιθύοντες; Οὐ μὲν οὖν. Ἀλλὰ τί φησιν; Φεύγειν, καὶ φεύγειν ξύλινον τεῖχος παρασκευασαμένους· οὕτω τὸ ναυτικὸν δηλῶν· δι’ οὗ μόνου φησὶν αὐτοὺς σωθήσε‐ σθαι τῆς πόλεως ἐμπρησθείσης. Ὦ μεγάλης θεοῦ
40βοηθείας. Εἶτα πολιορκίαν οὐ μόνον τῶν ἄλλων κατὰ τὴν πόλιν οἰκοδομημάτων, ἀλλὰ καὶ αὐτῶν τῶν τοῖς θεοῖς ἀφιερωμένων προλέγειν δῆθεν προσποιεῖται. Τοῦτο δὲ καὶ δίχα χρησμοῦ τοῖς πᾶσιν ἐκ τῆς τῶν
πολεμίων ἐφόδου προσδοκᾶν ἦν.365

6

Εἰκότα δῆτα ποιῶν ὁ συγγραφεὺς διαπαίζει πά‐ λιν τὴν Ἑλληνικὴν ἀπάτην ἐξελέγχων ἐν τούτοις· Ἀλλὰ τὰ μὲν τοιαῦτα ἴσως ἐθελοκάκου τινός ἐστιν· ἐκεῖνα δὲ δεῖ μᾶλλον εἰς τὴν κρίσιν προάγειν, τὰ πρὸς
5Ἀθηναίους. Καὶ δὴ λεγέσθω τὰ πρὸς Ἀθηναίους· Ὦ μέλεοι, τί κάθησθε; λιπὼν φεῦγ’ ἔσχατα γαίης. Οὔτε γὰρ ἡ κεφαλὴ μένει ἔμπεδος, οὔτε τὸ σῶμα, οὐ χέρες, οὐδὲ πόδες νέατοι· κατὰ γάρ μιν ἐρείψει πῦρ τε καὶ ὀξὺς Ἄρης, Συριηγενὲς ἅρμα διώκων·
10 πολλὰ δὲ τῇδ’ ἀπολεῖ πυργώματα καὶ κατερείψει· πολλοὺς δ’ ἀθανάτων νηοὺς μαλερῷ πυρὶ δώσει, οἵ που νῦν ἱδρῶτι ῥεούμενοι ἑστήκασι, δείμασι παλλόμενοι. Ἰδοὺ δή σοι τὸ πρὸς Ἀθηναίους λόγιον· ἦ πού τι μαν‐
15τικὸν ἔνεστι; Οὐ γὰρ οὕτως ἐθάῤῥεις αὐτῷ, νὴ Δία, φαίη τις ἄν. Εἰ δὲ προσθείης ἃ δεομένων βοηθεῖν αὐτοῖς ἐπιλέγεται, γνωσθήσεται. Ἰδοὺ δὴ προσ‐ κείσθω, Οὐ δύναται Παλλὰς Δί’ Ὀλύμπιον ἐξιλάσασθαι
20λισσομένη πολλοῖσι λόγοις. ............ Σοὶ δὲ τόδ’ αὖτις ἔπος ἐρέω, ἀδάμαντι πελάσσας· τῶν ἄλλων γὰρ ἁλισκομένων ............ τεῖχος Τριτογενεῖ ξύλινον διδοῖ εὐρύοπα Ζεὺς μοῦνον ἀπόρθητον τελέθειν, τὸ σὲ τέκνα τ’ ὀνήσει·
25 μηδὲ σύ γ’ ἱπποσύνην τε μένειν καὶ πεζὸν ἰόντα, νῶτον ἐπιστρέψας· ἔτι τοί ποτε κἀντίος ἔσται. Ὦ θείη Σαλαμίς, ἀπολεῖς δὲ σὺ τέκνα γυναικῶν, ἤ που σκιδναμένης Δημήτερος, ἢ συνιούσης. Ἄξιός τε σοι ὁ Ζεὺς τοῦ Διός, ὦ υἱὲ τοῦ Διός· ἀλλὰ
30καὶ ἡ Ἀθηνᾶ τῆς Ἀθηνᾶς, ὦ τῆς Ἀθηνᾶς ἀδελφέ· ἥ τε σπουδὴ αὕτη καὶ ἡ ἀντισπουδία ἐπιπρέπει τῷ πα‐ τρὶ καὶ τῇ θυγατρί, μᾶλλον δὲ τοῖς θεοῖς· ὅ τε Ὀλύμ‐ πιος οὗτος ὁ τὴν μίαν ταύτην ἐξελεῖν πόλιν ἀσθενῶν, εἰ μὴ ἀπὸ Σούσων ἐπάγοι αὐτῇ τὸν ἄπειρον ἐκεῖνον στρα‐
35τόν, μέγας τις ἄρα ἦν, καὶ τὴν τοῦ παντὸς κυρίαν ἔχων, καὶ πιθανὸς ἅμα, ἐκ μὲν τῆς Ἀσίας εἰς τὴν Εὐρώπην κινῶν ἔθνη τοσαῦτα, ἐν δὲ τῇ Εὐρώπῃ μίαν πόλιν ἀνατρέψαι ἀδύνατος ὤν. Καὶ σὺ δέ, ὁ τολμη‐ ρὸς ἅμα καὶ ἐπὶ τῷ μηδενὶ ῥιψοκίνδυνος οὐκ οἰμώζεις;
40(εἶπον ἂν ἄνθρωποι, ὑπὲρ ὧν ἡ Παλλὰς οὐ δύναται Δί’ Ὀλύμπιον ἐξιλάσασθαι·) ἢ οὐ τοῖς ἀνθρώποις ἐμήνιεν ὁ Ζεύς, ἀλλὰ τοῖς λίθοις καὶ τοῖς ξύλοις· κἄ‐ πειτα σὺ μὲν τοὺς ἀνθρώπους ἔσωζες, ὁ δὲ τὰ οἰκοδο‐ μήματα ἐνεπίμπρα ἐπακτῷ πυρί; Οὐ γὰρ ἦν αὐτῷ
45κεραυνὸς τηνικαῦτα. Ἢ μήτι μᾶλλον ἡμεῖς τολμη‐
ροί τε ἐσμὲν καὶ ῥιψοκίνδυνοι, οὐκ ἐπιτρέποντες ὑμῖν οὕτω φληναφεῖν. Πῶς δέ, ὦ μάντι, ὅτι μὲν ἡ θείη Σαλαμὶς ἀπολεῖ τέκνα γυναικῶν ᾔδεις, πότερα δὲ σκιδναμένης Δημήτερος ἢ συνιούσης οὐκέτ’ ᾔδεις; Πῶς366

6

(50)

δὲ οὐδὲ τοῦτο ᾔδεις, ὅτι τὰ τέκνα τῶν γυναικῶν εἴποι μὲν ἄν τις εἶναι καὶ τὰ οἰκεῖα, εἴποι δ’ ἂν καὶ τὰ πολέμια, αἰσθόμενος τοῦ κακοτεχνήματος; Περιμέ‐ νειν δὲ δεῖ τὸ ἀποβησόμενον· ἓν γὰρ δεῖ τι τούτων ἀποβήσεσθαι. Ἡ γάρ τοι Σαλαμὶς ἡ θείη οὐδὲ ἡτ‐
55τωμένων ἀφήρμοσεν ἄν, ὡς εἰς οἶκτον οὕτως ἐπιφω‐ νουμένη· ἥ τε μέλλουσα τῶν νηῶν μάχη, ἤτοι που σκιδναμένης Δημήτερος ἢ συνιούσης, καταπέπλασται τῇ ποιητικῇ σεμνολογίᾳ, ἵνα γένηται μάντευμα ἀφώρα‐ τον τῷ σοφισμῷ, καὶ μὴ εὐθὺς καταφανὲς ᾖ, ὅτι ἐν
60χειμῶνι μάχη ναυτικὴ οὐ συνίσταται. Ἤδη δὲ οὐδὲ ἡ τραγῳδία ἀφανής, οὐδὲ οἱ θεοὶ ἐπεισκυκλούμενοι, ὁ μὲν ἱκετεύων, ὁ δὲ οὐ κατακαμπτόμενος· χρήσιμοι τῷ μέλλοντι, καὶ τῇ τοῦ πολέμου παραδόξῳ ῥοπῇ, ὁ μὲν σωζομένοις, ὁ δ’ ἀπολλυμένοις. Εἴτε γὰρ σώζοιντο,
65ἰδοὺ αἱ τῆς Παλλάδος λιταὶ προμεμήνυνται, ἱκαναὶ οὖσαι κάμψαι τὴν τοῦ Διὸς ὀργήν· εἴτε καὶ μή, οὐδὲ τοῦτο τῷ μάντει ἀκατασκεύαστον· οὐ γὰρ δύναται Παλλὰς τὸν Δία ἐξιλάσασθαι· πρός τε τὰς ἡμικάκους τύχας ὁ τεχνίτης ἐκέρασε τὸ λόγιον, ὡς δὴ τοῦ Διὸς
70τῇ μὲν τὴν ἑαυτοῦ πρόθεσιν ἐκτελέσαντος, τῇ δὲ τὴν δέησιν τῆς θυγατρὸς οὐ περιφρονήσαντος. Τά τε πυργώματα ὅτι πολλὰ ἀπολεῖται, εἰ μετὰ ναρθήκων ἀλλὰ μὴ μετὰ σιδήρου καὶ πυρὸς ἐπῄεσαν, τάχα ἂν ψεῦδος ἦν, ὁπότε καὶ μετὰ ναρθήκων ἔπραξαν ἄν τι
75πάντως οἱ τοσοῦτοι. Ἀλλ’ ἐγώ, φησίν, ἐξεῦρον τὸ ξύλινον τεῖχος, τὸ μόνον ἀπόρθητον. Συμβούλευμα σοῦ γε, ἀλλ’ οὐ μάντευμα, οὐκ ἀπεοικὸς τῷ Φεύγειν, μηδὲ μένειν, μηδ’ αἰδεῖσθαι κακὸν εἶναι. Ὁ γοῦν ἐπιλυσάμενος ἐκεῖνο τὸ αἴνιγμα οὐ χείρων
80ἦν σου κατιδεῖν, ὅτι ἡ τῶν Ἀθηναίων πόλις πρόφασις ἦν τῷ Πέρσῃ τῆς ὁδοῦ, καὶ ἡ πᾶσα ἔλασις ἐπὶ ταύτην πρώτην τε καὶ ἐξοχωτάτην ἐγένετο. Ἐπεὶ καὶ ὁ ἄμαντις αὐτὸς ἐγὼ τοῦτ’ αἰσθόμενος καὶ τὸν Ἀθηναῖον ἄν, οὐ μόνον τὸν Λυδόν, ἐκέλευον φεύγειν νῶτα ἐπι‐
85στρέψαντα. Ἔτι γάρ ποτε κἀντίος ἔσται· πολλὴ γὰρ ἱπποσύνη καὶ πεζὸς ἐπέρχεται. Ὅτι δὲ ναυσίν, ἀλλ’ οὐ κατ’ ἤπειρον· καὶ γὰρ ἦν γελοῖον ἔχοντας ναυτικόν, καὶ ἐπὶ θαλάσσης κατοικοῦντας, μὴ οὐ πασσυδὶ σκευω‐ ρησαμένους, καὶ τροφὰς ὅσας εἶχον συνεμβαλλομένους
90σώζεσθαι, παραδόντας τοῖς βουλομένοις τὴν γῆν.367

7

Ταῦτα μὲν οὖν τὰ, πρὸς Ἀθηναίους· ἀσθενῆ δὲ σφόδρα καὶ καταγέλαστα τὰ πρὸς Λακεδαιμονίους. Ἤτοι γὰρ πᾶσά φησιν ἡ πόλις πολιορκηθήσεται, ἢ ἀπολωλότα τὸν βασιλέα πενθήσει. Τοῦτο δ’ ἐξ ἅπαντος
5εἰκὸς ἦν παντί τῳ στοχάζεσθαι, τὸ ἤτοι τόδε ἢ τόδε συμβήσεσθαι. Ἀλλ’ οὐ δήπου θεοῦ ἦν μάντευμα ὧδέ πως ἀμφιβάλλειν ἀγνοίᾳ τοῦ μέλλοντος, βοηθεῖν δέον, καὶ σωτῆρα τῶν Ἑλλήνων ἐν καιρῷ παραφαίνεσθαι, καὶ μᾶλλον τὴν κατὰ τῶν ἐχθρῶν καὶ βαρβάρων νίκην
10τοῖς Ἕλλησιν, ὡς ἂν οἰκείοις φίλοις προξενεῖν. Εἰ δὲ μὴ τοῦτο δυνατὸς ἦν, κἂν τὸ μὴ παθεῖν αὐτούς, μηδ’ ἁλῶναι παρέχειν. Ὁ δὲ οὐδὲ τοῦτο, ἀλλ’ οὐδ’ ὅπως αὐτοῖς τὰ τῆς ἥττης περιστήσεται, γινώσκει. Διὸ καὶ πρὸς ταῦτα οἷά φησιν ὁ ἔλεγχος, ἄκουε· Ἀλλ’ οὐ δεῖ
15Λακεδαιμονίοις, φήσεις, ταυτὸν παραινεῖν. Ἀληθῆ λέγεις. Οὐ γὰρ ἠπίστασο, ὦ σοφιστά, οἷ χωρήσει τὰ τῆς Σπάρτης ὥσπερ τὰ τῆς Ἀττικῆς. Ἐδεδοίκεις οὖν μὴ σὺ μὲν κελεύσῃς αὐτοὺς φεύγειν, κἄπειτα οἱ μὲν φεύγοιεν, οἱ δὲ μὴ ἐπέλθοιεν. Ἐπεὶ οὖν ἔδει τι
20λέγειν, οὕτως εἶπας τοῖς Λακεδαιμονίοις· Ὑμῖν, ὦ Σπάρτης οἰκήτορες εὐρυχόροιο, ἢ μέγα ἄστυ ἐρικυδὲς ὑπ’ ἀνδράσι Περσείδῃσι πέρσεται· ἢ τὸ μὲν οὐκί, ἀφ’ Ἡρακλέος δὲ γενέθλης πενθήσει βασιλῆ φθίμενον Λακεδαίμονος οὖρος.
25Πάλιν ὁ ἀμαντευτότατος σύνδεσμος. Ἀλλ’ ἐῶμεν αὐτόν, ὡς μὴ δὶς περὶ τοῦ αὐτοῦ σοι ἐπιπηδῶντες ἐπαχθεῖς ἅμα καὶ ἄποροι δοκῶμεν εἶναι, τὰ δὲ λοιπὰ ἐπισκοπῶμεν. Εἰς σὲ μὲν ἀπέβλεπον ἅπαντες ἐν τηλικούτῳ κινδύνῳ· σὺ δ’ αὐτοῖς καὶ τῶν μελλόντων
30μηνυτὴς καὶ τῶν ποιητέων ἦσθα σύμβουλος. Καὶ σὲ μὲν ἐκεῖνοι πιστόν, σὺ δ’ αὐτοὺς ἐπέπεισο ἠλιθίους εἶ‐ ναι· καὶ ὁ καθεστὼς καιρὸς ὅτι ἱκανὸς ἦν ἄγειν καὶ τραχηλίζειν τοὺς ἀβελτέρους οὐ μόνον εἰς Δελφικὰ καὶ Δωδωνεῖα σοφιστήρια, ἀλλ’ ἤδη καὶ ἐπὶ τὰ ὀρνιθο‐
35μαντεῖα, καὶ ἀλευρομαντεῖα, καὶ τοὺς ἐγγαστριμύ‐ θους. Πιστοὶ δὲ οὐ μόνον οἱ θεοὶ τηνικαῦτα, ἀλλ’ ἤδη καὶ αἱ γαλαῖ, καὶ αἱ κορῶναι, καὶ τὰ καθύπνια παραπταίσματα. Οὔκουν ἄδηλον ὅτι οὔτ’ ἂν ἀμφό‐ τερα μᾶλλον ἐδέξαντο, ἢ τὸ ἕτερον, οὔτ’ ἂν τὸ μεῖζον
40ἀντὶ τοῦ μείονος, μεῖον δὲ εἶναι ἕνα ἀντὶ πάντων πεσεῖν τὸν βασιλέα. Μετὰ μὲν δὴ τῆς πόλεως πιπτού‐ σης οὐδεμία οὐδ’ αὐτῷ ἀποφυγή· εἰ δ’ αὐτὸς ἄλλῃ πη τάττοιτο, τάχα ἄν τι καὶ παράδοξον γένοιτο. Λεί‐ πεται δὴ τοὺς ταῦτα λογιζομένους τὸν μὲν βασιλέα
45πέμψαι προσπολεμήσοντα, αὐτοὺς δὲ οἴκοι μένοντας ἔξω κινδύνων καραδοκεῖν. Τῷ μὲν οὖν μετ’ ὀλίγων ἐναντίῳ ἱσταμένῳ πρὸς τὸν ἄπειρον ὄχλον ὄλεθρος προφανής, ἡ δὲ Σπάρτη ἀνοχὰς εἶχε τοῦ φόβου καὶ παραδόξους ἐλπίδας. Μηδὲν δὲ ἧττον ἀφώρατον

7

(50)

εἶναι τὸ σόφισμα, καὶ διαφυγούσης καὶ ἁλούσης. Τί
δήποτε; Ὅτι οὐκ εἴρητο μὰ Δία, εἰ ὁ βασιλεὺς ἀπο‐ θάνοι, ἡ πόλις σωθήσεται, ἀλλ’ ὅτι ἢ μόνος ἀπολεῖται ἢ ἡ σύμπασα πόλις· τοῦτο δὲ ἐν ἑκατέρῳ ἀνεύθυνον, καὶ μόνου αὐτοῦ ἀπολουμένου καὶ μὴ μόνου. Οὗτος368
55δὲ τύφου καὶ ἀφροσύνης καρπός.

8

Ἀλλὰ ταῦτα μὲν ταύτῃ. Οὐκ ἄξιον δὲ παρελθεῖν καὶ ἅπερ Κνιδίοις ἔχρησε πάλιν εὐχομένοις καὶ τὴν παρὰ τοῦ θεοῦ συμμαχίαν αἰτοῦσιν. Ἔπαθον δὲ καὶ οἱ Κνίδιοι τούτῳ προσεοικὸς Ἁρπάγου ἐπ’ αὐτοὺς
5στρατεύσαντος. Τὸν γὰρ Ἰσθμὸν τὸν αὐτόθι διακό‐ πτειν ἐπιχειροῦντες καὶ τὴν πόλιν νησοποιεῖν, τὰ μὲν πρῶτα τοῦ ἔργου εἴχοντο· ἐπεὶ δὲ αὐτοῖς ἀπήντα ἡ ἐργασία, ἀπαγορεύοντες ἤδη ἐχρῶντο. Σὺ δὲ αὐτοῖς εἶπας,
10 Ἰσθμὸν δὲ μὴ πυργοῦτε, μηδ’ ὀρύσσετε· Ζεὺς γάρ κ’ ἔθηκε νῆσον, αἰκ’ ἐβούλετο. Καὶ οἱ βλάκες ἐπείσθησαν, καὶ ἀποτραπόμενοι παρέ‐ δωκαν ἑαυτοὺς τῷ Ἁρπάγῳ. Τὸ δὲ ῥᾳδιούργημα. Ἐπεὶ γὰρ οὐκ ἦν βέβαιος ἀποφυγὴ ὀρύξασι, τούτου
15μὲν ἔπαυσας· ὡς δὲ μὴ κελεύων ἔργου ἔχεσθαι, ἐπαγ‐ γέλλῃ τὴν ἀποφυγήν. Τοῦτο δὲ σὺ τὸ λώϊον εἶναι μὴ ὀρύξασι προσετίθεις, ἀλλ’ ὅτι οὐ δοκεῖ τῷ Διὶ αὐτὴν νῆσον εἶναι. Ἐν μὲν οὖν τῇ ἀποτροπῇ ἀμφότερα ἰσόῤῥοπα, ἐν δὲ τῇ προτροπῇ τὸ διαφεύξεσθαι προεῖχεν·
20ὅθεν δὴ ἀσφαλὲς ἦν τῷ σοφιστῇ τὸ ἀνατρέπειν. Οὕ‐ τως τε οὐδὲν εἰπὼν ὧν ἕνεκα ἦσαν ἀφιγμένοι, ἀπέ‐ πεμψας οἰομένους ἀκηκοέναι τι.

9

Ταῦτα δὲ ἡγοῦμαι τὸ ἀδρανὲς τῶν τε χρώντων καὶ τῶν χρωμένων ἀπελέγχειν αὐτάρκως, καὶ ὅτι μηδὲν ἀληθὲς ἢ ἔνθεόν ἐστιν εὑρεῖν ἐν τοῖς δηλουμέ‐ νοις. Τὸ δὲ κακότροπον τοῦ ἤθους εἴτε τῶν πονηρῶν
5δαιμόνων εἴτε τῶν τὰ μαντεῖα καθυποκρινομένων ἀν‐ δρῶν ἴδοις ἄν, εἰ μάθοις ὡς καὶ εἰς τὸν κατ’ ἀλλήλων πόλεμον τοὺς χρωμένους αὐτοῖς ἠρέθιζον, εἰρήνης καὶ φιλίας δέον αὐτοὺς εἶναι βραβευτάς. Τοτὲ μὲν οὖν Λακεδαιμονίους ὡς ἂν οἰκείους καὶ φίλους ὁ ἐν Δελφοῖς
10πάλιν κατὰ Μεσσηνίων παροξύνει, τοτὲ δ’ αὖ Μεσση‐ νίοις κατὰ Λακεδαιμονίων χρᾷ, εἰ πάλιν οὗτοι δι’ ἀν‐ θρωποθυσίας ἱλάσοιντο τοὺς δαίμονας. Ἄκουε δὲ καὶ τὰ περὶ τούτων. Ἐπικρινεῖ δὲ τὰ τοιαῦτα ἡ σοφία παροῦσα τῇ μαντικῇ, καὶ οὐκ ἐπιτρέψει αὐτῇ ὡς
15ἔτυχε διαλέγεσθαι, ἅτε δὴ τῶν πάντων ἀναψαμένη τὰ
πείσματα, καὶ ἐπιθεμένη τὰ πρεσβεῖα· οὐδ’ ἐφήσει ματαίῳ ὄντι τῷ Πυθίῳ χρᾶν οὔτε τούτοις, οὔτε Λα‐ κεδαιμονίοις περὶ Μεσσηνίων καὶ τῆς γῆς, ἧς εἶχον Μεσσήνιοι ἀπάτῃ νικήσαντες Λακεδαιμονίους,369
20 Οὔ σε μάχης μόνον ἔργ’ ἐφέπειν χερὶ Φοῖβος ἄνωγεν, ἀλλ’ ἀπάτῃ μὲν ἔχει γαῖαν Μεσσηνίδα λαός· ταῖς δ’ αὐταῖς τέχναις τις ἁλώσεται, αἷσπερ ὑπῆρξεν. Εἰρήνης μᾶλλον μεμνῆσθαι κελεύει καὶ ὀλιγοδείας καὶ αὐταρκείας. Οἱ δέ που τοῖς Λυκούργου νόμοις κατα‐
25κοσμούμενοι ἧκον ὑπὸ ἀπληστίας καὶ δόξης κενῆς ἐρη‐ σόμενοι, ὡς μὴ δοκοῖεν Μεσσηνίων μάχῃ λείπεσθαι, ἐν νόμοις καρτερικοῖς τεθράφθαι δοκοῦντες. Εἰ δέ γε οἱ ἐν καρτερικοῖς ἦσαν νόμοις οὕτω τεθραμμένοι, ἐκαρ‐ τέρουν ἂν ἐπὶ τοῖς ὀλίγοις, καὶ οὐδὲν ἂν μάχης αὐτοῖς
30ἔδει, οὐδὲ ὅπλων καὶ τῆς λοιπῆς ἀποπληξίας. Ταῦτα Λακεδαιμονίοις κατὰ Μεσσηνίων· πάλιν δ’ αὖ Μεσ‐ σηνίοις κατὰ Λακεδαιμονίων ταῦτα· σὺ γὰρ καὶ Μεσ‐ σηνίοις κατὰ Λακεδαιμονίων, οὐ μόνον Λακεδαιμονίοις κατὰ Μεσσηνίων χρησμῳδεῖς.
35 Παρθένον Αἰπυτίδα κλῆρος καλεῖ, ἥντινα δοίης δαίμοσι νερτερίοις, καί κεν σώσειας Ἰθώμην. Τὰ γὰρ παρευρήματα οὐ δέχομαι, ὅτι οὐκ ἦν καθαρὸν ἐκ γένους Αἰπύτου τὸ ἱερεῖον, ὅθεν ἀτέλεστα Μεσση‐ νίοις εἶναι. Τοιοῦτος γὰρ εἶ, οἷος ταράττειν.

10

Τὰ μὲν δὴ τῆς παλαιᾶς ἱστορίας τοιαῦτα. Μυρία δ’ ἐστὶ καὶ καθ’ ἡμᾶς τούτοις συνιδεῖν ὅμοια, ἐκ πα‐ λαιοῦ χρόνου καὶ εἰς ἡμᾶς αὐτοὺς τῶν κατὰ χρόνους ἀρχόντων τοτὲ μὲν εἰς ἀπράκτους πολέμους διὰ τῆς
5τῶν χρησμῶν συμβουλίας ὁρμώντων, τοτὲ δὲ σφαλλο‐ μένων ἐκ τῆς τῶν χρησθέντων ἀδηλίας, ἄλλοτε δὲ ἀποπλανωμένων ἐκ τῆς αὐτόθεν τῶν λογίων ἀπάτης. Τί δεῖ δὲ λέγειν, ὥς ποτε ἐν ταῖς μεγίσταις συμ‐ φοραῖς, ἤτοι τῶν πρὸς τοὺς ἐχθροὺς παρατάξεων, ἢ
10τῶν ἐν ταῖς σωματικαῖς ἀῤῥωστίαις κινδύνων, τῆς τῶν νενομισμένων θεῶν ἐπικουρίας ἢ θεραπείας οὐδὲν ὤναντο. Τοιαῦτα δὲ ἀεὶ καὶ διὰ παντὸς αὐτοῖς τὰ ἀπὸ τῶν χρησμῶν ἐκπίπτει, οἷα καὶ τὰ τῆς παλαιᾶς ἱστορίας συνίστησιν. Ἀλλ’ ἐπεὶ τῶν μάλιστα παρὰ
15τοῖς Ἕλλησι θρυλουμένων τοῦ Πυθίου χρησμῶν εἷς τις ἦν καὶ ὁ πρὸς Λυκοῦργον, ᾧ προσιόντι ἡ Πυθία ἐπεφώνησε τὸ βοώμενον ἐκεῖνο, Ἥκεις, ὦ Λυκόοργε, ἐμὸν ποτὶ πίονα νηόν, Ζηνὶ φίλος καὶ πᾶσιν Ὀλύμπια δώματ’ ἔχουσι·
20δίζω ἤ σε θεὸν μαντεύσομαι, ἢ ἄνθρωπον· ἀλλ’ ἔτι καὶ μᾶλλον θεὸν ἔλπομαι· ὦ Λυκόοργε, ἥκεις εὐνομίην διζήμενος· αὐτὰρ ἐγώ τοι δώσω,
καὶ τὰ τούτοις συνεπιλεγόμενα· φέρε καὶ πρὸς ταῦτα370
25τίνα ποτὲ συνεῖδεν ὁ προδηλωθεὶς ἔλεγχος ἐποπτεύσω‐ μεν. Γράφει δὲ ὧδε· Ἀλλὰ σὺ τὸν Λυκοῦργον προκα‐ θηγεμόνα καὶ σκοπὸν ἐλθόντα ποτὲ ὡς σέ, ἥκειν ἔφης ἐκ κοίλης Λακεδαίμονος Ζηνὶ φίλον, καὶ πᾶσιν Ὀλύμ‐ πια δώματ’ ἔχουσι, δίζεσθαί τε εἰ θεὸν αὐτὸν μαν‐
30τεύσῃ, ἢ ἄνθρωπον· ἀλλ’ ἔτι καὶ μᾶλλον θεὸν ἔλπεσθαι ὅτι ἦλθεν εὐνομίην αἰτήσων. Καὶ πῶς, εἰ θεός, οὐκ ἠπίστατο νόμον πολιτικὸν ὁ φίλος τοῦ Διὸς καὶ πάντων τῶν Ὀλυμπίων; Ἀλλ’ ἐπεί τοι καὶ οὐ δίχα θεοῦ ἴσως τὰ τοιαῦτα εὑρίσκεται, ἃ δέδεικται τῷ
35θειοτάτῳ ἀνθρώπων ὑπὸ τῆς θεοῦ φωνῆς, φέρε, ἴδωμεν τὴν θείαν φωνήν, καὶ ἃ ἐδίδαξας τὸν Λυ‐ κοῦργον· Ἥκεις εὐνομίην διζήμενος, αὐτὰρ ἐγώ τοι δώσω.
40Δός, εἴποιμι ἂν ἐγώ· οὐδεμίαν γάρ πω δόσιν οὐδενὶ ἐπηγγείλω τοιαύτην. Ἕως ἂν μαντείαισιν ὑποσχέσιάς τε καὶ ὅρκους, καὶ δίκας ἀλλήλοισι καὶ ἀλλοδαποῖσι διδῶτε, ἁγνῶς καὶ καθαρῶς πρεσβηγενέας τιμῶντες,
45 Τυνδαρίδας δ’ ἐποπιζόμενοι, Μενέλαν τε καὶ ἄλλους ἀθανάτους ἥρωας, οἳ ἐν Λακεδαίμονι δίῃ, οὕτω τοί χ’ ὑμῶν περιφείδοιτ’ εὐρύοπα Ζεύς. Ἄπολλον, διδασκαλίας καὶ παρεγγυήσεως θείας· καὶ οὐ μακρὸς ἕνεκα τούτων ὁ στόλος, οὐδὲ ὅπως εἰς Δελ‐

10

(50)

φοὺς ἐκ Πελοποννήσου, ἀλλ’ οὐδ’ εἰς Ὑπερβορέους αὐτούς, ὅθεν ἀφῖχθαι λέγουσι κατὰ χρησμὸν Ἀστερίας ἄλλης μάντεως Οἰκητὰς Δήλοιο θυώδεος ἠδ’ ἱερῆας. Δοκεῖ δέ μοι ὁ Λυκοῦργος οὗτος οὐκ ἐσχηκέναι τιτθήν,
55οὐδὲ σὺν θώκῳ πρεσβυτέρων οὐδέποτε κεκαθικέναι, παρ’ ὧν καὶ παρ’ ἧς εἶχε καλλίω τούτων ἀκοῦσαι καὶ σοφώτερα. Τάχα δέ πού τι προσθήσεις, ἐάν σε λιπαρῇ ὁ Λυκοῦργος εἰπεῖν τι σαφές. Εἰ οἱ μὲν εὖ ἡγοῖντο, οἱ δ’ ἕποιντο, ἔτι φήσω τοῦ αὐτοῦ εἶναι συνθώκου τοῦτο,
60καὶ ἀξιώσω τὸν Λυκοῦργον μὴ ἀποκαμεῖν εἴ τι δύναιτο πολιτικὸν παρὰ σοῦ δίδαγμα ἀναλαβὼν ἀπιέναι εἰς τὴν Σπάρτην. Εἰσὶν ὁδοὶ δύο πλεῖστον ἀπ’ ἀλλήλων ἀπέχουσαι ἡ μὲν ἐλευθερίας εἰς τίμιον οἶκον ἄγουσα,
65ἡ δ’ ἐπὶ δουλείας φευκτὸν δόμον ἡμερίοισι· καὶ τὴν μὲν διά τ’ ἀνδροσύνης ἱερῆς θ’ ὁμονοίας ἔστι περᾶν, ἣν δὴ λαοῖς ἡγεῖσθε κέλευθον· τὴν δὲ διὰ στυγερῆς ἔριδος καὶ ἀνάλκιδος ἄτης εἰσαφικάνουσι ...
70τὴν δὲ πεφυλάχθαι. Μάλιστα ἀνδρείους εἶναι κελεύεις· τοῦτο μὲν καὶ παρὰ τῶν δειλῶν πολλάκις ἠκούσαμεν· ἀλλὰ καὶ ὁμόφρονας· τοῦτο οὐ παρὰ τῶν σοφῶν μόνων, ἀλλ’ ἤδη καὶ παρ’ αὐτῶν τῶν στασιαζόντων. Ὥστε
τούτου μὲν τοῦ παρεγγυήματος ἀφίεμέν σε. Καίτοι371
75μάντις ὤν, οὐκ ἔγνως ἡμᾶς πολλάκις καὶ παρὰ πολλῶν εἰληφότας αὐτό, οὔτε τῆς δάφνης ἐμφαγόντων, οὔτε τὸ Κασταλίας ὕδωρ πιόντων, οὐδ’ ἐπὶ σοφίᾳ τὴν ὀφρύν ποτε ἀνασπασάντων; Λέγ’ οὖν περὶ ἀνδρείας, λέγε περὶ ἐλευθερίας, λέγε περὶ ὁμοφροσύνης, τίνα τρόπον
80ἐγγίνεται ταῦτα πόλει, καὶ μὴ ἡμᾶς τοὺς οὐκ εἰδότας κέλευε ἡγεῖσθαι τοῖς λαοῖς τῆς κελεύθου ταύτης, ἀλλ’ αὐτὸς ἡγοῦ. Καλὴ μὲν γάρ, ἀλλ’ ἄπορος ἡμῖν καὶ φο‐ βερά. Τούτοις προστίθησι λέγων. Σὺ δὲ καὶ περὶ γάμου ἕτοιμος λέγειν,
85 Ἄργεος ἱπποβότου πῶλον λάβε κυανοχαίτην. Περὶ δὲ παίδων, Ἠετίων, οὔτις σε τίει πολύτιτον ἐόντα. Λάβδα κύει, τέξει δ’ ὀλοοίτροχον. Περὶ δὲ ἀποικίας,
90 Στέλλ’ ἐπὶ χρυσείους ἄνδρας πολυεθνέα λαόν, ὤμοις μὲν χαλκὸν προφέρων, χερσὶν δὲ σίδηρον. Περὶ δὲ κενῆς δόξης, Γαίης μὲν πάσης τὸ Πελασγικὸν οὖδας ἄμεινον ἵπποι Θρηΐκιαι, Λακεδαιμόνιαι δὲ γυναῖκες,
95 ἄνδρες θ’ οἳ πίνουσιν ὕδωρ καλῆς Ἀρεθούσης. Καί μοι δοκεῖς οὐδὲν τῶν τερατοσκόπων καλουμένων κρείττων εἶναι, ἀλλ’ οὐδὲ τῶν ἄλλων ἀγυρτῶν καὶ σο‐ φιστῶν. Ἀλλὰ τῶν μὲν οὐδὲν ἔγωγε ἐθαύμασα, εἰ μισθοῦ τραχηλίζουσι· σοῦ δὲ τοῦ θεοῦ καὶ τῶν ἀνθρώπων,

10

(100)

εἰ μισθοῦ τραχηλίζονται. Εἶθ’ ὁ μὲν Σωκράτης ἐκεῖνος οὐδέτερον ἀπεκρίνατο πρὸς τὸν ἐρωτήσαντα, πότερον γαμήσει ἢ μή, ἀλλ’ ὅτι μετανοήσει ἀμφότερα· πρὸς δὲ τὸν ἐπιθυμοῦντα παίδων, οὐκ εὖ ἔφη αὐτὸν ποιήσειν, ὃς ἐάσας ἐπιχειρεῖν ὅπως, εἴ οἱ παῖδες γέ‐
105νοιντο, ἄριστα αὐτοῖς χρῷτο, τούτου μὲν οὐδένα λόγον ἐποιήσατο, αὐτὸ δὲ μόνον ἐσκοπεῖτο, πῶς ἂν αὐτῷ γένοιντο. Ἑτέρου δὲ ἀποδημεῖν ἐγνωκότος διὰ τὸ κακῶς ἔχειν αὐτὸν οἴκοι, οὐκ ἔφη ὀρθῶς αὐτὸν βου‐ λεύεσθαι· τὴν μὲν γὰρ πατρίδα αὐτόθι ἀπολιπὼν
110ἄπεισι, τὴν δὲ ἀμαθίαν μεθ’ ἑαυτοῦ ἄγων, ἥτις αὐτὸν καὶ τοῖς ἐκεῖ δυσαρεστεῖν ποιήσει καθάπερ καὶ τοῖς ἐν‐ θάδε. Καὶ οὐχ ὁπότε ἠρωτᾶτο μόνον, ἀλλὰ καὶ αὐ‐ τόκλητος ἐπὶ τὰς τοιάσδε συνουσίας ἰών. Εἴκοσι τὰς πρὸ κυνός, καὶ εἴκοσι τὰς μετέπειτα,
115 οἴκῳ ἐνὶ σκιερῷ Διονύσῳ χρῆσθαι ἰατρῷ. Ἀθηναίοις ὑπὸ καύματος ἐνοχλουμένοις, ἰατρικόν, ἀλλ’ οὐ μαντικόν. Ἐργῖνε Κλυμένοιο πάϊ Πρεσβωνιάδαο,
ὄψ’ ἦλθες γενεὴν διζήμενος· ἀλλὰ καὶ ἔμπης372
120 ἱστοβοῆϊ γέροντι νέαν ποτίβαλλε κορώνην. Γέροντι νέαν συνοικεῖν, εἰ παίδων ἐπιθυμεῖ, οὐ μάντεως οὐδὲ τοῦτο, ἀλλὰ φύσιν ἐπισταμένου. Ἀλλ’ ἡ ἐπι‐ θυμία τοὺς βλάκας ἐξίστησι. Διόπερ σοι καὶ νάρθηκα παραινῶ ἐπ’ αὐτοὺς λαμβάνειν, εἰ μὴ πείθοις μανθάνειν
125ἀντὶ τῶν καταπτύστων ἐρωτημάτων ἄξιόν τι τοῦ θείου φοιτητηρίου· ἢ Ἀντιόχῳ τῷ Παρίῳ ἀποβαλόντι τὴν οὐσίαν ἐν πολιτικῇ φλυαρίᾳ, καὶ ὑπὸ λύπης ἥκοντι πρὸς σὲ λέγειν, Ἀντίοχ’, εἰς Θάσον ἐλθέ, καὶ οἴκει εὐκλέα νῆσον·
130ὃς ἐκείνως ἂν μᾶλλον ὤνατο, ἀκούσας, Ἀντίοχ’, εἰς νοῦν ἐλθέ, καὶ ἐν πενίᾳ μὴ ὀδύρου. ἢ τοῖς ἥκουσι Κρητῶν· Φαιστοῦ καὶ Τάῤῥας ναέται, Δίου τε πολύῤῥου, Πυθῷον κέλομαι τελέειν Φοίβοιο καθαρμὸν
135 εὐαγέοντας, ὅπως Κρήτην καταναιετάητε, ὄλβον μὴ πατρίοισι νόμοις, καὶ Ζῆνα σέβοντες· οἷς ἀκοῦσαι ἐκεῖνο κρεῖττον ἦν, Λήρου καὶ μανίας ναέται, πολλοῦ θ’ ἅμα τάφου, οἰκεῖον τελέειν κέλομαι λήροιο καθαρμὸν
140 εὐαγέοντες, ὅπως σοφίαν καταναιετάητε, ὄλβον μὴ πατρίοισι νόμοις, θείοις δὲ σέβοντες· ὡς μὴ μᾶλλον τῆς Κρήτης σὺ καθαρμοῦ προσδέῃ, Ὀρφικούς τινας ἢ Ἐπιμενιδείους καθαρμοὺς φανταζό‐ μενος.
145 Διὰ τί δέ, ὦ σοφώτατε, Χαρίλαος καὶ Ἀρχέλαος οἱ Λακεδαιμονίων βασιλεῖς, Εἴ κεν ἐπικτήτου μοίρης λάχος Ἀπόλλων ἥμισυ δάσσωνται, πολὺ λώϊον ἔσσεται αὐτοῖς; Ποίῳ δὲ καὶ ἄλλῳ λέγεις Ἀπόλλωνι; Οὐ γὰρ δὴ αὐτῷ

10

(150)

σοι, ὦ ἀναίσχυντε μάντι, ὡς μή τίς σοι αὐτῷ ἐπιπλή‐ ξειεν, ἅτε κακῶς οὕτω συνδιαιρουμένῳ τοῖς λῃσταῖς. Ταῦτα μὲν οὖν ὧδε ἐχέτω.

11

Φέρε δέ, τούτοις προσθῶμεν καὶ δι’ ὧν αὖθις ὁ Ἀπόλλων θαυμάζει τὸν Ἀρχίλοχον, ἄνδρα παντοίαις κατὰ γυναικῶν αἰσχροῤῥημοσύναις καὶ ἀῤῥητολογίαις, ἃς οὐδ’ ἀκοῦσαί τις σώφρων ἀνὴρ ὑπομείνειεν, ἐν τοῖς
5οἰκείοις ποιήμασι κεχρημένον· καὶ τὸν Εὐριπίδην τῆς μὲν Σωκράτους διατριβῆς καὶ φιλοσοφίας ἐκπεσόντα, εἰσέτι δὲ καὶ νῦν ἐπὶ τῆς θυμέλης τραγῳδούμενον· καὶ Ὅμηρον ἐπὶ τούτοις, ὃν ὁ γενναῖος Πλάτων ἐξωθεῖ τῆς ἑαυτοῦ πολιτείας, ὡς κατ’ οὐδὲν ὠφέλιμον, ἀλλὰ καὶ373
10τὰ ἔσχατα τοὺς νέους λυμαινομένων λόγων ποιητὴν γεγενημένον. Ἐφ’ οἷς πάλιν ὁ προδηλωθεὶς τὸν χρη‐ σμῳδὸν θεὸν ὧδέ πως σκώπτει· Ἀθάνατός σοι παῖς καὶ ἀοίδιμος, ὦ Τελεσίκλεις, ἔσσετ’ ἐν ἀνθρώποις.
15Ὁ δὲ παῖς ἦν Ἀρχίλοχος. Ἔσται σοι κοῦρος Μνησαρχίδη, ὅντινα πάντες ἄνθρωποι τίσουσι, καὶ ἐς κλέος ἐσθλὸν ὀρούσει, καὶ στεφέων ἱερῶν γλυκερὴν χάριν ἀμφιβαλεῖται. Ὁ δὲ κοῦρος ἦν Εὐριπίδης. Ὅμηρος δέ,
20 Σοὶ ζωὴ δοιὰς μοίρας λάχεν, ἡ μὲν ἀμαυρῶν ἠελίων δισσῶν, ἡ δ’ ἀθανάτοις ἰσόμοιρος, ζῶν καὶ ἀποφθίμενος. Καὶ διὰ ταῦτα ἤκουεν, Ὄλβιε καὶ δύσδαιμον, ἔφυς γὰρ ἐπ’ ἀμφοτέροισι.
25Λέγει δὲ οὐκ ἄνθρωπος, ἀλλά τις διατεινάμενός ποτε, ὅτι αὐτὸν οὐ χρὴ Ἀνθρώπων θεὸν ὄντα δυηπαθέων ἀλεγίζειν. Ἄγε οὖν, ὦ θεέ, μὴ περιΐδῃς μηδ’ ἡμᾶς. Ἐπιθυμοῦμεν γάρ, εἰ μή τι ἀδικοῦμεν, οἱ μὲν κλέους ἐσθλοῦ, οἱ δὲ
30στεφάνων ἱερῶν, οἱ δὲ πρὸς θεοὺς ἰσομοιρίας, οἱ δὲ αὐτῆς ἀθανασίας. Τί ποτ’ οὖν ἦν τοῦτο, δι’ ὅ σοι Ἀρχίλοχος ἔδοξεν ἄξιος εἶναι τοῦ οὐρανοῦ; Μὴ φθο‐ νήσῃς, ὦ φιλανθρωπότατε θεῶν, μηδ’ ἄλλοις ἀνθρώ‐ ποις τῆς ἄνω ὁδοῦ. Τί πράττειν κελεύεις ἡμᾶς; Ἢ
35δηλαδὴ τὰ Ἀρχιλόχου, εἰ μέλλοιμεν ἄξιοι φανεῖσθαι τῆς ὑμετέρας ἑστίας; Λοιδορῆσαι μὲν πικρῶς τὰς οὐκ ἐθελούσας ἡμῖν γαμεῖσθαι, ἅψασθαι δὲ καὶ τῶν κι‐ ναίδων, ἐπειδὴ τῶν ἄλλων πονηρῶν πολὺ πονηρότεροί εἰσι· οὐχὶ δίχα μέτρου, αὕτη γὰρ διάλεκτος καὶ θεῶν,
40ὥσπερ οὖν καὶ θείων ἀνδρῶν, ὥσπερ Ἀρχιλόχου. Καὶ οὐδὲν ἴσως θαυμαστόν. Διὰ γὰρ τὴν ἐν τούτοις ὑπερ‐ οχήν, εὖ μὲν οἶκος οἰκεῖται, εὖ δὲ ἰδιώτης βίος, πό‐ λεις δὲ ὁμοφρόνως, καὶ ἔθνη εὐνόμως συνεστᾶσιν. Οὐκ ἀπεικότως ἄρα σοι καὶ Μουσῶν θεράπων ἔδοξεν
45εἶναι, καὶ ὁ φονεὺς αὐτοῦ οὐκ ἄξιος εἶναι τῆς πρὸς ὑμᾶς τοὺς θεοὺς εἰσόδου, οὐδὲ τῆς παρ’ ὑμῶν φωνῆς, ἄνδρα φωνάεντα ἀποκτείνας. Οὔκουν ἄδικος ἡ πρὸς τὸν Ἀρχίαν ἀπειλή, οὐδ’ ἄκαιρος ἡ Πυθία τιμω‐ ροῦσα Ἀρχιλόχῳ τῷ πάλαι νεκρῷ, καὶ κελεύουσα

11

(50)

ἐξιέναι τοῦ ναοῦ τὸν ἐναγῆ· Μουσάων γὰρ ἀπέκτεινε θεράποντα. Οὔκουν ἔμοιγ’ ἐφάνης, ἐπαμύνων τῷ ποιητῇ, ἀπρεπὴς εἶναι· ἐμεμνήμην γὰρ καὶ τοῦ ἑτέρου ποιητοῦ, καὶ τῶν ἱερῶν τοῦ Εὐριπίδου στεφάνων· καίτοι ἀπορῶν, καὶ ἀκοῦσαι ἐπιθυμῶν, οὐχ ὅτι ἐστε‐
55φανοῦντο, ἀλλὰ πῶς ἦν τὰ στέφη ταῦτα ἱερά· οὐδ’ ὅτι αὐτὸς εἰς κλέος ὄρουσεν, ἀλλὰ πῶς ἐσθλὸν ἦν τοῦτο. Ἐκροταλίζετο μὲν γὰρ ἐν τοῖς ὄχλοις, οἶδα· καὶ τυ‐
ράννοις ἤρεσκε, καὶ τοῦτο οἶδα καὶ ἔργον ἐπετήδευεν, ἐφ’ ᾧ οὐχ ὅπως αὐτὸς ἐθαυμάζετο ὁ ἐραστής, ἀλλ’374
60ἤδη καὶ ἡ τῶν Ἀθηναίων πόλις, ὅτι μόνη τραγῳδοὺς ἤνεγκεν. Εἰ μὲν οὖν ὁ κρότος ἱκανὸς κριτὴς καὶ ἡ ἐν ἀκροπόλει τράπεζα, οὐδὲν ἔτι λέγω, βλέπων ἐν ἀκρο‐ πόλει δειπνοῦντα τὸν Εὐριπίδην, καὶ τὸν Ἀθηναίων ἅμα καὶ τὸν Μακεδόνων δῆμον ἐπιψοφοῦντα· εἰ δὲ καὶ
65δίχα τούτων ἐστί τις καὶ θεῶν ψῆφος, καὶ αὕτη πιστή, καὶ οὐχ ἥττων τῆς τῶν τυράννων, οὐδὲ τῆς τῶν ὄχλων, φέρε, φράσον ἡμῖν, ἐπὶ τίνι τῶν καλῶν ἠνέγκατε ὑμεῖς οἱ θεοὶ τὴν ὑπὲρ τοῦ Εὐριπίδου ψῆφον, ἵνα σπεύ‐ σωμεν καὶ διώξωμεν τὸν οὐρανὸν κατὰ πόδας τῶν
70ὑμετέρων ἐπαίνων. Οὐ γὰρ δὴ οὔκ εἰσι καὶ νῦν ἕτοιμοι κωμῳδεῖσθαι καὶ Σαβαῖοι καὶ Λυκάμβαι, πρὸς δέ γε τὸ τραγῳδεῖσθαι οὐκ ἂν οὐδὲ νῦν ἐνσταίη οὔτε ὁ Θυέστης, οὔτε ὁ Οἰδίπους, οὔτε ὁ Φινεὺς ἐκεῖνος· οὐδ’ ἄν, οἶμαι, φθονήσαιεν οὐδενὶ ἐπιθυμοῦντι φιλίας τῆς
75τῶν θεῶν· ἀλλὰ καὶ αὐτοὶ ἄν μοι δοκοῦσιν ἐκεῖνοι, εἰ ᾔσθοντο ὅτι ἔσοιτό τις Εὐριπίδης, ἀνὴρ ἐπὶ τῷ διασκευά‐ σαι αὐτοὺς γενόμενος θεοφιλής, ἀμελῆσαι ἂν τῶν κακῶν ἐκείνων, καὶ οὐκ ἐπὶ τὸ κρείττονα φρονεῖν, ἀλλ’ ἐπὶ τὸ μετροποιεῖν τραπέσθαι· καὶ τῶν ἔμπροσθεν ἀνθρώ‐
80πων εἰ τὰ ὀνόματα ὄγκου πλήρη ἤκουον, χρῆσθαι τούτοις εἰς τὴν πρὸς τὸν οὐρανὸν ὁδοιπορίαν, ἵν’ ἐλθόντες καθέζοιντο ἐν τῷ Ὀλύμπῳ μετὰ τῶν ποιητῶν, ἐν τῆ τοῦ Διὸς αὐλῇ. Ταῦτα γὰρ λέγει ὁ ἐν Δελφοῖς ποιητής. Φέρε καὶ τὴν Ὁμήρου τοῦ ὀλβίου ἴδωμεν ἐρώτησιν,
85ἣν τὸν θεὸν ἐρωτᾷ· ἦ που γάρ τις οὐρανία ἦν, καὶ ἱκανὴ τὸν θεὸν ἐκκαλέσασθαι· οὐ γὰρ ἂν οὕτω ῥᾳδίως ὁ θεὸς ὄλβιον μὲν ἐπεφώνησεν, ἐπὶ δὲ τῷ ὀλβίῳ ῥῆσιν ἀπένειμε· Πατρίδα δίζηαι· μητρὶς δέ τοι, οὐ πατρίς ἐστι
90 Μίνωος δ’ ἀπὸ γῆς, οὔτε σχεδόν, οὔτ’ ἀπὸ τηλοῦ, ἐν τῇ σοι μοῖρ’ ἐστὶ τελευτῆσαι βιότοιο, εὖτ’ ἂν ἀπὸ γλώσσης παίδων (μὴ) γνῷς (ἐπακούσας) ἀξύνετον πολλοῖσι λόγοις εἰρημένον (ὕμνον). Δεινὸν γάρ, ὦ σοφώτατε ἀνδρῶν, μᾶλλον δὲ θεῶν, εἰ
95μήτε ὅπου τῆς γῆς ἐξέθορε τῆς μητρὸς εἰδείη ὄλβιος, μήτε ὅπου καταμύσας κείσεται. Ἐγὼ δὲ καὶ ᾤμην ἴσον εἶναι, Ὅμηρόν τε ὄντα περὶ τούτων προσιέναι τῷ θεῷ, καὶ ἕνα τῶν κανθάρων, καὶ τὸν θεὸν μὴ μᾶλλον ἂν Ὁμήρῳ ἀφηγήσασθαι περὶ τοιούτων ἀγνοημάτων ἢ

11

(100)

κανθάρῳ. Οἷον εἰ καὶ κάνθαρός τις γεννηθεὶς οὐκ ἐνεβίωσεν οὐδ’ ἐνεγήρασεν ἐν ἐκείνῃ τῇ κοπρίᾳ, ἀλλ’ ἐχθρῷ ἀνέμῳ περιέτυχε, καὶ κανθαρίῳ δαίμονι σκληρῷ,
ὃς αὐτὸν μετέωρον ἄρας βίᾳ ἀπήνεγκεν ἐπί τινα ἄλλην γῆν, καὶ ἄλλην κοπρίαν, κἄπειτα ἐλθὼν εἰς Δελφοὺς375
105ἀνηρώτα, ἥτις ἄρα ποτὲ αὐτῷ ἦν ἡ πατρῴα κοπρία, καὶ ἥτις αὐτὸν γῆ δέξεται ἀποθανόντα. Ταῦτα μὲν οὖν περὶ τῶν ποιητῶν.

12

Ἐπεὶ δὲ οὐ μόνους ποιητὰς ἤδη δὲ καὶ πύκτας καὶ ἀθλητὰς ὁ θαυμάσιος θεὸς διὰ τῶν οἰκείων χρη‐ σμῶν ἐξεθέωσεν, εἰκότως μοι δοκεῖ καὶ ταῦτα ἀπε‐ λέγχειν ὁ δεδηλωμένος τούτοις τοῖς ῥήμασιν·
5 Ὦ εἰδὼς ψάμμου τ’ ἀριθμόν, καὶ μέτρα θαλάσσης, καὶ κωφοῦ ξυνιείς, καὶ μὴ λαλέοντος ἀκούων. Εἴθε ὤφελες τὰ μὲν τοιαῦτα πάντα ἀγνοεῖν, ἐκεῖνο δὲ εἰδέναι, ὅτι ἡ πυκτικὴ τῆς λακτιστικῆς οὐδὲν διαφέρει, ἵν’ ἢ καὶ τοὺς ὄνους ἀπηθανάτους, ἢ μηδὲ Κλεομήδην
10πύκτην Ἀστυπαλαιέα, λέγων οὕτως· Ὕστατος Ἡρώων Κλεομήδης Ἀστυπαλαιεύς, ὃν θυσίαις τιμᾶθ’ ὡς οὐκ ἔτι θνητὸν ἐόντα. Διὰ τί γάρ, ὦ πάτριε τῶν Ἑλλήνων ἐξηγητά, ὥς σε καλεῖ Πλάτων, ἐθέωσας τὸν ἄνδρα τοῦτον; Ἢ ὅτι
15Ὀλυμπίασι πληγῇ μιᾷ πατάξας τὸν ἀνταγωνιστὴν ἀνέῳξε τὴν πλευρὰν αὐτοῦ, καὶ ἐμβαλὼν τὴν χεῖρα ἐλάβετο τοῦ πνεύμονος; Ἄπολλον, ἀξιοθέου ἔργου· ἢ οὐ μόνον, ἀλλὰ καὶ ὅτι προστιμηθεὶς τεσσάρων τα‐ λάντων ζημίαν ἐπὶ τούτῳ οὐχ ὑπέστη, ἀλλ’ ὑπ’ ἀχθη‐
20δόνος καὶ βαρυθυμίας ἐνήρεισε τὸν θυμὸν τοῖς· ἐν τῷ διδασκαλείῳ παισί, τὸν κίονα ὑφελκύσας, ὃς ἀνεῖχε τὴν στέγην; Ἆρ’, ὦ θεοποιέ, διὰ ταῦθ’ ὑμῖν ὁ Κλεο‐ μήδης τιμητέος ἐστίν; Ἢ κἀκεῖνο προσθήσεις, τὸ ἕτερον δεῖγμα τῆς ἐκείνου ἀνδρείας ἅμα καὶ θεοφι‐
25λίας, ὅτι δὴ ἐμβὰς εἰς ἱερὸν κιβώτιον, καὶ τὸ πῶμα ἐπαγόμενος, ἄληπτος ἐγένετο τοῖς διώκουσι, πειρω‐ μένοις αὐτὸν ἐξελκύσαι; Ὦ Κλεόμηδες, ἆρα ἥρως οὐκ ἔτι θνητός; οἷα τὰ μηχανήματα ὑπὲρ ἀθανασίας ἐξεῦρες. Ἤσθοντο γοῦν εὐθέως οἱ θεοὶ τῆς ἀγαθουρ‐
30γίας, καὶ ἀνηρείψαντό σε· ὥσπερ οἱ τοῦ Ὁμήρου τὸν Τανυμήδην· ἀλλὰ τὸν μὲν ἐπὶ τῷ κάλλει, σὲ δὲ ἐπὶ τῇ ἰσχύϊ, καὶ τῆς ἰσχύος τῇ χρήσει τῇ ἀγαθῇ. Εἴθε οὖν, ὦ μάντι, ὡς ἔφην, ἐάσας τὴν ψάμμον καὶ τὴν ἅλμην, ἀντ’ αὐτῶν ἐξέμαθες, ὁπόσου ἄξιόν ἐστιν ἡ
35πυκτική, ἵνα καὶ τοὺς πύκτας ὄνους θεοὺς ἐνόμιζες, καὶ τοὺς ὀνάγρους τῶν θεῶν τοὺς ἀρίστους· καὶ ἦν ἄν τι οἰκεῖον λόγιον ἐπ’ ἀποθανόντι ὀνάγρῳ μᾶλλον, ἢ ἐπὶ τῷ σῷ πύκτῃ,
Ἔξοχος ἀθανάτων ὄνος ἄγριος, οὐ Κλεομήδης,376
40 ὃν θυσίαις τιμᾶθ’ ὡς οὐκ ἔτι θνητὸν ἐόντα. Μὴ γὰρ δὴ θαυμάσῃς, εἰ καὶ ὄναγρος ἐπιδικάσεται ἀθανασίας, ἱκανῶς τὰ θεῖα. παρεσκευασμένος· καὶ ἀκούσας μὴ ἀνασχέσθαι ἀλλ’ ἀπειλῆσαι καὶ αὐτὸν τὸν Κλεομήδην πατάξας εἰς τὸ βάραθρον ἐμβαλεῖν, καὶ
45οὐκ ἐπιτρέψειν αὐτῷ εἰς τὸν οὐρανὸν ἀναβῆναι. Εἶναι γὰρ αὐτοῦ ἀξιώτερος αὐτῶν τῶν θείων δώρων, ἅτε μήτε αὐτῷ μόνῳ ἕτοιμος ὢν μάχεσθαι, κἂν εἰ σιδηροῖς χρῷτο τοῖς ἱμᾶσιν, ἀλλὰ καὶ τῷ Θασίῳ πύκτῃ ἅμα ἀμφοτέροις, ὑπὲρ οὗ τοῦ ἀνδριάντος ἐχαλέπηναν οἱ

12

(50)

θεοί, καὶ τὴν Θασίων γῆν ἄφορον εἰργάσαντο. Πι‐ στεύομεν δὲ καὶ περὶ τούτου οὐκ ἀνθρώπῳ, ἀλλὰ θεῷ τῷ αὐτῷ. Ἐξ ὧν ἐγὼ καὶ πάνυ κατενόησα, ὅτι θεῖόν τι ἄρα ἦν ἐπιτήδευμα ἡ πυκτική, τοὺς δὲ πολλοὺς καὶ οἰομένους εἶναι σοφοὺς ἐλελήθει· ἵν’ ἀφέμενοι τοῦ καλοὶ
55κἀγαθοὶ εἶναι ἤσκουν τὰ τοῦ Θασίου πύκτου· ᾧ ἀθα‐ νασίαν μέν, ὥσπερ Κλεομήδει, οὐκ ἔδωκαν, ἐφίλησαν δὲ μεγάλως οἱ θεοί. Οὕτω καὶ ὁ χάλκεος αὐτοῦ ἀν‐ δριὰς ἔδειξέ τι ὑπὲρ τὰς τῶν ἄλλων ἀνθρώπων εἰκόνας, ἐπικατενεχθεὶς τῷ μαστιγοῦντι ἐχθρῷ, κατά τινα, ὡς
60ἔοικε, δαιμονίαν μέριμναν. Ἀλλ’ οἱ ἄφρονες Θάσιοι, καὶ θείων ἄπειροι πραγμάτων, ἠγανάκτησάν τε καὶ ἄγος ἐπεκάλεσαν τῷ ἀνδριάντι, καὶ δίκην εἰσεπρά‐ ξαντο, καὶ καταδῦσαι ἐτόλμησαν εἰς τὴν θάλασσαν. Οὐ μὴν διέφυγόν γε οἱ Θάσιοι, ἀλλ’ οἱ θεοὶ ἔδειξαν
65ἡλίκον κακὸν ὑπ’ αὐτῶν ἐτολμήθη, λιμὸν ἐπιπέμψαντες τὸν τῆς θείας δίκης διάκονον, ὃς ἐδίδαξε μόλις αὐτοὺς τὰ τῶν θεῶν βουλεύματα, ὅ τε φιλανθρωπότατος θεῶν σὺ τῷ οἰκείῳ τρόπῳ τὴν βοήθειαν αὐτοῖς ἔπεμψας, λέγων,
70 Εἰς πάτρην φυγάδας κατάγων Δήμητραν ἀμήσεις. Ἀλλ’ οἱ ἀβέλτεροι πάλιν τοὺς φεύγοντας ἀνθρώπους ᾤοντο ὅτι δεῖ αὐτοὺς κατακαλεῖν· κακῶς εἰδότες. Τί γὰρ δὴ καὶ μέλει τοῖς ἀφιλανθρωποτάτοις θεοῖς ἀνθρώ‐ πων κατακαλουμένων, ὅσονπερ ἀνδριάντων. Ἀμέλει
75οὐδὲν ἂν ἐπὶ τούτῳ ὠφελήθη ἡ γῆ ὥστε παύσασθαι νοσοῦσα, εἰ μὴ τῶν σοφῶν καὶ ἐπισταμένων τις τὸν θεῖον νοῦν συνῆκε φυγάδα εἶναι τὸν καταπεποντωμένον ἀνδριάντα. Καὶ ἦν οὕτως. Ἅμα γὰρ ἀνεστάθη, καὶ εὐθὺς ἡ μὲν γῆ ἀνέθαλλεν, οἱ δὲ ἐκόμων Δήμητρι
80λοιπόν. Πῶς οὖν οὐ τεκμήρια ταῦτά εἰσιν ἐναργῆ τῆς θεοπρεποῦς ἀθλητικῆς, ὅτι ἐστὶ θεοτίμητος; Καὶ γὰρ καὶ ἐπὶ πεντάθλου ἀνδριάντι ὑβρισμένῳ ἐμήνισαν οἱ θεοί, καὶ Λοκροὶ ἐπείνησαν διὰ τοῦτο, ὥσπερ Θά‐ σιοι, ἕως αὐτοὺς ἰάσατο λόγιον σὸν ἔχον οὕτως·
85Ἐν τιμῇ τὸν ἄτιμον ἔχων, τότε γαῖαν ἀρώσεις.
Οὐδὲ γὰρ Λοκροὶ ᾔσθοντο θείας διανοίας πρότερον, ἤ σε αὐτοῖς τούτου πρόξενον γενέσθαι. Ἀλλ’ Εὐθυκλέα τὸν πένταθλον ἐνέβαλον εἶς εἱρκτήν, αἰτιασάμενοι αὐτὸν ἐπὶ τῇ πατρίδι εἰληφέναι δῶρα· καὶ οὐ μόνον377
90τοῦτο, ἀλλὰ καὶ ἀποθανόντος καὶ οὗτοι εἰς τὰς εἰκόνας ἐξύβριζον, ἕως οἱ θεοὶ οὐκ ἀνασχόμενοι τῶν γιγνομένων ἐπαφῆκαν αὐτοῖς τὸν κράτιστον λιμόν· καὶ ὑπὸ τοῦ λιμοῦ διώλοντο ἄν, εἰ μὴ ἡ παρὰ σοῦ ἦλθε βοήθεια, λέγουσα ὅτι δεῖ αὐτοὺς τιμᾶν ἄνδρας πεφατνευμένους,
95οὓς οἱ θεοὶ φιλοῦσιν οὐχ ἧττον, ἢ οὓς οἱ ἀλφιτοποιοὶ πιαίνουσι βοῦς, δι’ ὧν ὑμᾶς οἱ ἄνθρωποι ἐνίοτε θύοντες πείθουσιν· οὐχ ἧττον ἴσως ἀλλὰ καὶ πολὺ μᾶλλον πα‐ χέων βοῶν οἱ παχεῖς ἄνθρωποι εὐφραίνουσιν ὑμᾶς οὕτως, ὥστε ἐνίοτε ὅλῃ πόλει καὶ ὅλῳ ἔθνει ὀργίζε‐

12

(100)

σθαι, ἑνὸς ἢ δυοῖν ἀδικούντων ταῦτα τὰ θρέμματα. Ὡς δὴ ὤφελες, ὦ μάντι, ἀλείπτης ἡμῖν ἀντὶ μάντεως γενέσθαι, ἢ καὶ μάντις ἅμα καὶ ἀλείπτης, ἵν’ ἦν ὥσπερ χρηστήριον Δελφικόν, οὕτω καὶ γυμναστήριον. Καὶ γὰρ οὐδ’ ἀλλότριον ἦν ἀγῶνος Πυθικοῦ Πυθικὸν
105εἶναι καὶ τὸ γυμναστήριον.

13

Τούτοις ἐπισυνάψω καὶ ἅ φησιν ἀπελέγχων ὡς καὶ τοὺς τυράννους κολακεύειν εἰώθασιν οἱ περὶ ὧν ὁ λόγος. Ὄλβιος οὗτος ἀνήρ, ὃς ἐμὸν δόμον ἐσκαταβαίνει,
5 Κύψελος Αἰακίδης, βασιλεὺς κλεινοῖο Κορίνθου. Οὐκοῦν καὶ οἱ τύραννοι, οὐ μόνον οἱ τῶν τυράννων ἐπίβουλοι, Κύψελος, ὃς δὴ πολλὰ Κορίνθῳ πήματα τεύξει, καὶ Μελάνιππος, ὁ πολλὰ ἀγαθὰ τῇ Γελώων πόλει
10τεύξας. Πῶς δ’ εἰ Κύψελος ὄλβιος, ὦ κακόδαιμον, οὐ καὶ Φάλαρις ὄλβιος, ὁμότροπος ὢν Κυψέλῳ; Ὥστ’ ἂν ἐκείνως ἄμεινον εἶναι ὑμῖν,
Εὐδαίμων Φάλαρις, καὶ Μελάνιππος ἔφυ, θείας ἁγητῆρες ἐν ἀνθρώποις διχονοίας.
15Ἤκουσα δέ σου καὶ διαλελυμένον χρησμὸν περὶ τοῦ Φαλάριδος, ἐπαινοῦντα καὶ τιμῶντα, ὅτι λαβὼν ἐπι‐ βουλεύοντας ᾐκίσατο μέν, καρτεροῦντας δὲ ἀγάμενος ἀφῆκε· Λοξίας καὶ Ζεὺς πατὴρ ἀναβολὴν ἐψηφίσαντο θανάτου Φαλάριδι, ἀνθ’ ὧν ἡμέρως Χαρίτωνι καὶ
20Μελανίππῳ προσηνέχθη. Ἀλλ’ εὖγε καὶ μόλις ἡμῖν τὰ περὶ τοῦ θανάτου ἔδειξας καὶ τῆς ζωῆς, ὅτι κάλ‐ λιστόν τι ἐστὶν ἡ ζωή. Ἐπὶ τούτοις ἅπασι καὶ τόδε προσκείσθω· Ἀλλά κε Μηθύμνης ναέταις πολὺ λώϊον ἔσται,
25 φαλληνὸν τιμῶσι Διωνύσοιο κάρηνον. Θύουσι γὰρ αἱ πόλεις καὶ τελετὰς ἄγουσιν οὐ μόνον φαλληνοῖς Διονύσοιο καρήνοις, ἀλλὰ καὶ λιθίνοις καὶ χαλκέοις καὶ χρυσέοις· οὐ μόνον φαλληνοῖς, ἀλλὰ καὶ αὐτοῖς τοῖς Διονύσοις, καὶ ἄλλοις παμπόλλοις378
30Ἡσιοδείοις θεοῖς. Τρὶς γὰρ ὡς ἀληθῶς μύριοί εἰσιν ἐπὶ χθονὶ πουλυβοτείρῃ οὐκ ἀθάνατοι, ἀλλὰ λίθινοι καὶ ξύλινοι δεσπόται ἀνθρώπων· οἳ εἰ ἀνθρώπων ὕβριν τε καὶ εὐνομίην ἐφεώρων, οὐκ ἂν τοσοῦτος ἤρθη λῆρος, ὥστε καὶ ἤδη καὶ μέχρις ὑμῶν κεχωρηκέναι τὸ κακόν,
35ἐπιδιαβὰν καὶ εἰς τὸν Ὄλυμπον, ὅθι, φασί, θεῶν ἕδος ἀσφαλὲς αἰεί. Καίτοι εἰ ἀσφαλὲς ἦν, οὐκ ἂν ἦν ἐπι‐ βατὸν λήρῳ, οὐδ’ ἂν εἷς τις τῶν Ὀλυμπίων εἰς τοῦτο ἦλθε παρανοίας, ὥστε ἐλάϊνον κορμὸν θεῶσαι· ὃν οἱ Μηθυμναῖοι σαγήνης ἐμπλακέντα τοῖς λίνοις ἀνείλ‐
40κυσαν, καὶ δίς, εἰ βούλει, καὶ τρὶς καὶ πλεονάκις ἐν τῷ αὐτῷ σαγηνεύοντες ἄνθρωποι, καὶ ἐξ ἐκείνου εἰς τὸ Λιβυκὸν ἐξοκείλαντες, οὐδ’ εἰς τὴν γῆν ἔξω ἐκβαλόντες αὐτόν· ἐπεὶ οὐκ ἄν, μὰ τὸν Διόνυσον, ἔτι αὐτοῖς ἐνε‐ πλάκη τοῖς λίνοις. Ἀλλ’ ἐξ ἄκρου κεφαλοειδὴς ὁ κορμὸς
45(Ἄπολλον, ξένου κατασκευάσματος·) τί ποτ’ οὖν ἔπραττεν ἐν τῷ πελάγει; ἀπορήσαι ἄν τις. Τί γὰρ ἄλλο, ἢ ἐκάθητο, νὴ Δία, ἀναμένων ἕως ἄνθρωποι μαινόμενοι, οὐ γὰρ φήσω ὅτι καὶ θεοί, ἐγκυρήσαντες αὐτῷ, οὐ διοπετές, ἀλλὰ ποσειδωνοπετὲς ἡγήσωνται,

13

(50)

κἄπειτα εἰς ἄστυ ἀπαγάγωσιν, ὥσπερ τινὰ ἀγαθὴν τύχην, κακὴν οὖσαν ὡς ἀληθῶς, οὐ τύχην, ἀλλὰ τυ‐ φεδόνα; Ἢ οὐκ ἤρκει ἄρα αὐτοῖς οἴκοθεν διολλύουσα, ἀλλ’ αὐτὴν ἐπέῤῥωσέν τε καὶ προσεπέτεινε θεοπληξίας, ὡς ἄν τις εἴποι, ἐκ Δελφῶν μετάπεμπος ἐπιθήκη.
55Τοσαῦτα καὶ ὁ Οἰνόμαος.

14

Ἄκουε δ’ οὖν αὖθις τοῦ τὴν τῶν Γοήτων φώραν τὸ οἰκεῖον ἐπονομάσαντος σύγγραμμα, ὡς εὖ μάλα
νεανικῷ φρονήματι τὸν πλάνον τῶν πολλῶν καὶ αὐτοῦ γε τοῦ Ἀπόλλωνος ἐπανορθοῦται, δι’ ὧν γράφει τάδε379
5κατὰ λέξιν. Σὲ οὖν ἐν Δελφοῖς καθῆσθαι μὴ δυνά‐ μενον, μηδ’ εἰ βούλοιο, σιωπᾶν. Ὁ δ’ Ἀπόλλων ἄρα ὁ τοῦ Διὸς υἱὸς νυνὶ βούλεται, οὐχ ὅτι βούλεται, ἀλλ’ ὅτι ὑπ’ ἀνάγκης εἰς τὸ βουληθῆναι τέτακται. Δοκῶ δέ μοι τὰ λοιπὰ πάντα παρείς, ἐπειδὴ εἰς τοῦτον τὸν λόγον
10οὐκ οἶδ’ ὅπως ὑπήχθην, οἰκεῖόν τι καὶ ἀξιοζήτητον ζητή‐ σειν πρᾶγμα. Ἀπόλωλε γάρ, τό γ’ ἐπὶ τοῖς σοφοῖς, ἐκ τοῦ ἀνθρωπίνου βίου, ἀπόλωλεν, εἴτε οἴακά τις αὐτὸ εἴτε ἕρμα εἴτε κρηπῖδα ὀνομάζων χαίρει, τῆς ἡμε‐ τέρας ζωῆς ἡ ἐξουσία, ἣν ἡμεῖς μὲν αὐτοκράτορα
15τῶν ἀναγκαιοτάτων τιθέμεθα, Δημόκριτος δέ γε, εἰ μή τι ἠπάτημαι, καὶ Χρύσιππος, ὁ μὲν δοῦλον, ὁ δὲ ἡμίδουλον ἐπινοεῖ τὸ κάλλιστον τῶν ἀνθρωπίνων ἐπι‐ δεῖξαι. Ἀλλὰ τούτων μὲν λόγος τοσοῦτος, ὅσον ἄν τις ἀξιώσειεν ἄνθρωπος ὢν ἀνθρωπίνως μάχεσθαι· εἰ δ’
20ἤδη καὶ τὸ θεῖον ἡμῶν καταστρατεύεται, παπαῖ, οἷα πεισόμεθα. Ἀλλ’ οὐκ εἰκός, οὐδὲ δίκαιον, ἀπὸ γοῦν τούτων τεκμαιρομένοις ἡμῖν, Ἐχθρὲ περικτιόνεσσι, φίλ’ ἀθανάτοισι θεοῖσιν, εἴσω τὸν προβόλαιον ἔχων πεφυλαγμένος ἧσο.
25Τί γάρ, φησὶν ὁ Ἀργεῖος, εἰ βουλοίμην, ἔξεστί μοι, καὶ δύναμαι, εἴ μοι δόξει, ἧσθαι καὶ πεφυλάχθαι; Ἔξεστιν, εἴποις ἄν, καὶ δύνασαι· ἢ πῶς ἄν σοι τοῦτ’ ἐγὼ προσέταττον; Χείρωνος φίλε τέκνον ἀγακλειτοῖο Κάρυστε,
30 Πήλιον ἐκπρολιπὼν Εὐβοίας ἄκρον ἱκέσθαι, ἔνθ’ ἱερὰν χώραν κτίζειν σοι θέσφατόν ἐστιν. Ἀλλ’ ἴθι, μηκέτι μέλλε. Ἦ γὰρ ὡς ἀληθῶς ἐπ’ ἀνθρώπῳ τι ἐστίν, ὦ Ἄπολλον, καὶ βουληθῆναι Πήλιον ἐκπρολιπεῖν, κύριός εἰμι ἐγώ;
35Καὶ μὴν ἤκουον παρὰ πολλῶν καὶ σοφῶν, ὅτι εἴ μοι πέπρωται Εὐβοίας ἄκρον ἱκέσθαι καὶ ἱερὰν χώραν κτίζειν, καὶ ἵξομαι καὶ κτίσω, εἴτε λέγοις, εἴτε μή, καὶ εἴτε βουλοίμην, εἴτε μή. Εἰ δέ με δεῖ καὶ βου‐ ληθῆναι ὅ, τι μοι ἀνάγκη ἐστὶ καὶ εἰ μὴ βουλοίμην
40βουληθῆναι· ἀλλὰ σύ, ὦ Ἄπολλον, πιστεύεσθαι δι‐ καιότερος. Ἔοικα δή σοι μᾶλλον προσέξειν. Ἄγγειλον Παρίοις, Τελεσίκλεες, ὥς σε κελεύω νήσῳ ἐν Ἠερίῃ κτίζειν εὐδείελον ἄστυ. Ἀγγελῶ νὴ Δία, (φήσει τάχα πού τις τετυφωμένος,
45ἤ σε ἐλέγχων,) κἂν μὴ κελεύσῃς· πέπρωται γάρ. Καὶ ἔστι Θάσος μὲν ἡ Ἠερία νῆσος· ἥξουσι δ’ ἐπ’ αὐτὴν Πάριοι, Ἀρχιλόχου τοῦ ἐμοῦ υἱοῦ φράσαντος, ὅτι ἡ νῆσος αὕτη πρὶν Ἠερία ἐκαλεῖτο. Σὺ οὖν, δεινὸς γὰρ ἐπεξελθεῖν, οὐκ ἀνέξῃ οἶμαι αὐτοῦ, οὕτως

14

(50)

ὄντος ἀχαρίστου καὶ θρασέος, ὅς, εἰ μὴ σὺ μη‐ νῦσαι αὐτῷ ἐβουλήθης, οὐκ ἄν ποτε ἤγγειλεν, οὐδ’ ἂν
Ἀρχίλοχος ὁ υἱὸς αὐτοῦ Παρίους ἐξενάγησεν, οὐδ’ ἂν οἱ Πάριοι Θάσον ᾤκησαν. Οὐκ οἶδ’ οὖν εἰ σὺ λέγεις μὲν ταῦτα, οὐκ οἶσθα δὲ ἃ λέγεις. Ἀλλ’ ἐπεὶ σχολὴν380
55ἄγειν ἐοίκαμεν καὶ μακρὰ διαλέγεσθαι, ὁ δὲ λόγος οὐ πάρεργος, ἐκεῖνό μοι λέγε· (ἴσως γὰρ καὶ ὀλίγα ἐκ πολλῶν ἀρκεῖ·) ἆρά γέ τί ἐσμεν ἐγώ τε καὶ σύ; Φαίης ἄν· Τοῦτο δὲ ὁπόθεν ἴσμεν; τῷ ποτ’ ἄρα τοῦτο εἰδέναι ἐκρίναμεν; Ἢ οὐκ ἄλλο ἱκανὸν οὕτως, ὡς ἡ συναί‐
60σθησίς τε καὶ ἀντίληψις ἡμῶν αὐτῶν; Τί δ’; ὅτι ζῷά ἐσμεν πῶς ποτ’ ἄρα ἐξεύρομεν; πῶς δ’ ὅτι καὶ ζῴων, ὡς μὲν ἂν ἐγὼ εἴποιμι, ἄνθρωποι· καὶ ἀνθρώ‐ πων ὁ μὲν γόης, ὁ δὲ γόητος ἀπελεγκτής· ὡς δ’ ἂν σύ, ὁ μὲν ἄνθρωπος, ὁ δὲ θεός, καὶ ὁ μὲν μάντις, ὁ δὲ
65συκοφάντης; Καὶ ἔστω γέ σοι οὕτως ἔχον, ἐάνπερ ἔγωγε ἁλῶ. Πῶς δ’ ὅτι διαλεγόμεθα ἐν τῷ παρόντι ἐγνώκαμεν; Τί φής; ἆρ’ οὐκ ὀρθῶς ἐκρίναμεν τὴν ἡμῶν αὐτῶν ἀντίληψιν τῷ πάντων ἐγγυτάτῳ πράγματι αὐτῷ; Δηλονότι. Οὐ γὰρ ἦν ἄλλο αὐτοῦ οὔτε ἀνώ‐
70τερον, οὔτε πρεσβύτερον, οὔτε πιστότερον. Ἐπεὶ εἰ μὴ οὕτως ἕξει, μήτε ἄρα ὥς σέ τις εἰς Δελφοὺς παρα‐ γενέσθω λοιπὸν ὄνομα Ἀλκμαίων, ἀπεκτονὼς τὴν μη‐ τέρα, καὶ οἴκοθεν ἐλαυνόμενος, καὶ οἴκαδε ἐπιθυμῶν. Οὐ γὰρ οἶδεν, οὔτ’ εἰ ἔστι τι αὐτὸς τοπαράπαν, οὔτε
75εἰ οἴκοθεν ἐλαύνεται, οὔτ’ εἰ οἴκαδε ἐπιθυμεῖ· ἀλλ’ εἰ καὶ μαίνεται ὁ Ἀλκμαίων καὶ ὑπονοεῖ τὰ μὴ ὄντα, ὅ γε Πύθιος οὐ μαίνεται. Μηδὲ λέγε οὕτως, Νόστον δίζηαι πατρίην ἐς γαῖαν ἱκέσθαι Ἀμφιαρηϊάδη.
80Οὐδὲ γὰρ σὺ οἶσθά πως εἴ σέ τις ἐρωτᾷ Ἀμφιαρηϊά‐ δης, οὐδ’ εἰ σύ τι εἶ ὁ ἐρωτώμενος, καὶ λέγειν ἔχων περὶ ὧν τις ἐρωτᾷ. Μηδὲ Χρύσιππος ἄρα ὁ τὴν ἡμι‐ δουλείαν εἰσάγων, ὅ, τι ποτέ ἐστιν αὐτὸ τοῦτο οὐκ εἰ‐ δώς, ἀπαντάτω εἰς τὴν στοάν, μηδ’ οἰέσθω ἀπαντή‐
85σεσθαι τοὺς βλέννους ἐκείνους ὡς αὐτὸν ἀκουσομένους τὸν οὖτιν· μηδὲ διατεινέσθω περὶ μηδενὸς καταστὰς πρὸς μὲν Ἀρκεσίλαον παρόντα, πρὸς δὲ Ἐπίκουρον οὐ παρόντα. Τί γάρ ἐστιν ὁ Ἀρκεσίλαος, τί δὲ ὁ Ἐπίκουρος, ἢ τί ἡ Στοά, ἢ τί οἱ νέοι, ἢ τίς ὁ οὖτις,
90οὔτ’ οἶδεν, οὔτε οἷος εἰδέναι· πολὺ γὰρ πρότερον οὐδ’ εἰ αὐτός τί ἐστιν οἶδεν. Ἀλλ’ οὐκ ἀνέξεσθε οὔτε ὑμεῖς, οὔτε ὁ Δημόκριτος, εἰ λέγοι τις ταῦτα οὐ γὰρ εἶναι πιστότερον μέτρον οὗ λέγω· οὐδ’ εἰ δοκεῖ καὶ ἄλλα τινὰ εἶναι, τούτῳ γ’ ἂν παρισωθείη ἢ παρισωθείη μὲν
95ἄν, ὑπερβάλλοι δὲ οὐκ ἄν. Οὐκοῦν, φήσειεν ἄν τις, ὦ Δημόκριτε, καὶ σὺ ὦ Χρύσιππε, καὶ σὺ ὦ μάντι, ἐπειδὴ ἀγανακτεῖτε εἴ τις ἐθελήσαι παρελέσθαι τὴν ὑμῶν αὐτῶν ἀντίληψιν· οὐ γὰρ ἔτι τὰς πολλὰς ἐκείνας βίβλους εἶναι· φέρε καὶ ἡμεῖς ἀνταγανακτήσωμεν. Τί

14

(100)

δή ποτε; Ἔνθα μὲν ἂν ὑμῖν δοκῇ, ἔσται τοῦτο καὶ
πιστότατον καὶ πρεσβύτατον· ἔνθα δ’ ἂν μὴ δοκῇ, ἐκεῖ καταδυναστεύσει τι λεληθὸς αὐτοῦ εἱμαρμένη πεπρω‐ μένη, διαφορὰν ἑκάστῳ ὑμῶν ἔχουσα, τῷ μὲν ἐκ θεοῦ, τῷ δὲ ἐκ τῆς τῶν μικρῶν ἐκείνων σωμάτων τῶν φε‐381
105ρομένων κάτω καὶ ἀναπαλλομένων ἄνω καὶ περιπλε‐ κομένων καὶ διαλυομένων καὶ διισταμένων καὶ παρα‐ τιθεμένων ἐξ ἀνάγκης; Ἰδοὺ γὰρ ᾧ τρόπῳ ἡμῶν αὐτῶν ἀντειλήμμεθα, τούτῳ καὶ τῶν ἐν ἡμῖν αὐθαιρέτων καὶ βιαίων. Οὐ λέληθε δὲ ἡμᾶς ὅσον τὸ μεταξὺ τοῦ
110βαδίζειν καὶ τοῦ ἄγεσθαι, οὐδὲ ὅσον τοῦ αἱρεῖσθαι καὶ τοῦ ἀναγκάζεσθαι. Ὧν δὲ ἕνεκα ταῦτα προσή‐ νεγκα τῷ λόγῳ; Ὅτι σε ἐκπέφευγεν, ὦ μάντι, ὧν κύριοί ἐσμεν ἡμεῖς, καὶ ὁ τὰ πάντα εἰδὼς ταῦτά γε οὐκ ἂν εἰδείης, ὧν τὰ πείσματα ἀνῆπται ἐκ τῆς ἡμετέρας
115βουλήσεως. Αὕτη δέ γε ἐφαίνετο οὐκ ὀλίγων οὖσα πραγμάτων ἀρχή· ὃν δὲ ἡ ἀρχή, ἥτις ἦν τῶν μετὰ ταῦτα αἰτία, ἐκπέφευγεν, ἦ πού γε τὰ μετὰ τὴν ἀρ‐ χὴν εἰδείη ἂν οὗτος. Ἀναίσχυντος δηλαδὴ ὁ Λαΐῳ προμαντευόμενος, ὅτι αὐτὸν ἀποκτενεῖ ὁ φύς. Ἤμελλε
120γάρ που ὁ φὺς κύριος ἔσεσθαι τῆς ἑαυτοῦ βουλήσεως, καὶ οὔτε τις Ἀπόλλων, οὔτε τις αὐτοῦ ὑπέρτερος ἐξικνεῖσθαι ἱκανὸς οὐδεμιᾶ δυνάμει, ὧν οὐκ ἔστιν οὔτε ὕπαρξις, οὔτε γενέσεως ἀνάγκη. Ἐκεῖνο γὰρ δὴ τὸ καταγελαστότατον ἁπάντων, τὸ μῖγμα καὶ ἡ
125σύνοδος τοῦ καὶ ἐπὶ τοῖς ἀνθρώποις τι εἶναι, καὶ εἱρ‐ μὸν οὐδὲν ἧττον εἶναι. Προσεοικέναι γὰρ αὐτόν, ὡς λέγουσιν οἱ σοφώτεροι, τῷ Εὐριπιδείῳ λόγῳ· τεκνῶσαι μὲν γὰρ ἐθελῆσαι τὸν Λάϊον, κύριον εἶναι τὸν Λάϊον, καὶ τοῦτο ἐκπεφευγέναι τὴν Ἀπολλωνίαν ὄψιν· τεκνώ‐
130σαντι δ’ αὐτῷ ἐπεῖναι ἀνάγκην ἄφυκτον ὑπὸ τοῦ φύντος αὐτὸν ἀποθανεῖν· οὕτως οὖν τὴν ἐπὶ τῷ μέλλοντι ἀνάγκην παρέχειν τῷ μάντει τὴν τοῦ γενησομένου προαίσθησιν. Ἦν δέ που καὶ ὁ φὺς τῆς ἰδίας βουλή‐ σεως κύριος, ὥσπερ ὁ φύσας· καὶ ὡς ἐκεῖνος τοῦ τε‐
135κνῶσαι καὶ μή, οὕτως οὗτος τοῦ ἀποκτεῖναι καὶ μή. Τοιαῦτα δὲ ὑμῶν τὰ μαντεύματα πάντα· καὶ ὁ Εὐρι‐ πίδειος Ἀπόλλων τοῦτ’ ἐκεῖνο ἦν ὃ ἔλεγεν, τὸ Καὶ πᾶς σὸς οἶκος βήσεται δι’ αἵματος, ὅτι πήρωσις μὲν ἔσται αὐτοχειρίᾳ τοῦ φύντος ἐπὶ γάμῳ
140μητρὸς καὶ τυραννίδι ἣν παρέλαβεν ἐπ’ αἰνίγματος λύσει, παίδων δὲ ἀλληλοκτόνοι σφαγαὶ ἐπὶ φυγῇ μὲν ἐκ τῆς ἀρχῆς τοῦ ἑτέρου, τοῦ δὲ ἑτέρου πλεονεξίᾳ, καὶ γάμῳ τοῦ φυγάδος ἐν Ἄργει, καὶ στόλῳ στρατηγῶν ἑπτὰ καταγελάστων καὶ συμβολῇ· ὧν ἐπὶ πολλὰς ἀρ‐
145χὰς καὶ ἐξουσίας διαιρουμένων, πῶς ἂν ᾖ σοι ἐξεπί‐ στασθαι, ἢ ὁ εἱρμὸς συνδεῖν δύναιτο; Εἰ γὰρ αὑτοῦ κύριος ὢν μὴ ἐβουλήθη τυραννεῖν ὁ Οἰδίπους, ἢ τοῦτο βουληθεὶς καὶ πράξας γαμεῖν τὴν Ἰοκάστην οὐ προεί‐ λετο, ἢ γήμας μὴ ἐτετύφωτο μηδ’ ἦν δύσθυμος καὶ

14

(150)

δυσάρεστος, πῶς ἂν τὰ καθ’ ἕκαστα ἐπράχθη; πῶς δ’ ἂν τῶν ὀφθαλμῶν ἥψατο; πῶς δ’ ἂν τοῖς παισὶν ἐπη‐ ράσατο τὴν Εὐριπίδου καὶ τὴν σὴν ἀράν; τά τε ἑξῆς τούτων τίνα ἂν τρόπον ἐγεγόνει, μὴ προτέρων αἰτιῶν γιγνομένων ἢ σύ τι περὶ τῶν μελλόντων λέγειν ἠδύ‐
155νασο; Πάλιν δ’ αὖ εἰ συμβάντες οἱ παῖδες ἅμα ἐβασί‐ λευον, ἢ εἰ συνθέμενοι παρὰ μέρος ἔμενον ἐπὶ τοῖς συγκειμένοις, ἢ εἰ ὁ ἀπελαθεὶς ἔγνω μὴ εἰς Ἄργος ἀλλ’ εἰς Λιβύην ἢ Πεῤῥαιβοὺς ἀπελθεῖν, ἢ εἰσελθὼν ἐπὶ τὸ Ἄργος ἔγνω ταριχοπωλεῖν, καὶ μὴ πλουσίαν λα‐382
160βεῖν γυναῖκα ἀλλὰ χερνῆτίν τινα ἢ κάπηλιν, ἢ εἰ ὁ Ἄδραστος μὴ ἔδωκε τὴν θυγατέρα αὐτῷ, ἢ εἰ ὁ μὲν ἔδωκεν ὁ δ’ οὐκ ἐπεθύμησε τῆς οἴκαδε ὁδοῦ, ἢ εἰ ἐπι‐ θυμήσας ἐκράτησεν ἑαυτοῦ, ἢ εἰ μὴ προσέσχεν αὐτῷ δεομένῳ συμμαχίας ὁ Ἄδραστος, ἢ εἰ τῷ Ἀδράστῳ
165μήτε ὁ Ἀμφιάραος μήτε ὁ Τυδεὺς μηδὲ τῶν ἄλλων ταξιάρχων ἕκαστος ἠκολούθουν, ἢ εἰ οἱ μὲν συνηκο‐ λούθουν, ὁ δὲ ἐλθὼν οὐκ ἐμάχετο τῷ ἀδελφῷ ἀλλ’ ἢ συμβὰς ἐβασίλευσεν ἅμα αὐτῷ ἢ μὴ βουλομένῳ ἀνε‐ χώρησε, πεισθεὶς Εὐριπίδῃ λέγοντι,
170 Ἀσύνετα δ’ ἦλθες καὶ σὺ πορθήσων πάτραν, ἢ εἰ οὗτος μὲν μή, ὁ δ’ ἕτερος, τῶν Εὐριπιδείων ἀκού‐ σας σοφιστευμάτων ἐκείνων τῶν ἄλλων, Εἶθ’ ἥλιος μὲν νύξ τε δουλεύει βροτοῖς, σὺ δ’ οὐκ ἀνέξῃ δωμάτων ἔχειν ἴσον;
175πῶς ἂν συστάντες ἐμάχοντο, καὶ Λαΐου πᾶν δῶμα ἔβη δι’ αἵματος; Ἀλλὰ μήν, φήσεις, γέγονε ταῦτα. Γέγονεν· ἀλλὰ σὺ ποίᾳ ὁδῷ εἰσῆλθες εἰς τὴν τούτων εἴδησιν; Ἢ οὐχ ὁρᾷς, ὡς πυκνὰ διακέκοφε τὸ ὅλον δρᾶμα ἡ ἐν ἡμῖν τοῖς τὸ δρᾶμα συμπληροῦσι δύναμις;
180Οὕτω δὲ καὶ ἣν βούλει ὑπόθεσιν λαβών, διατεμῶ τὸν εἱρμὸν ὑμῶν, ἀποφανῶ τε ἀδύνατον ὄντα. Ἀλλὰ σὺ τὰ τῆς ὑποθέσεως ἔσχατα εἰδέναι λέγεις· ἡ δὲ ὑπόθε‐ σις ἐκ διακοπῆς εἱρμοῦ δυνάμεως ὅλη συντέτακται. Ἢ ὃ λέγω οὐ συνίης; Ἀλλὰ καθ’ ἑκάστην ὑπόθεσιν,
185ὦ μάντι, τὰ ζῷα ἢ ὀλίγας πολλάκις ἀρχὰς ποιούμενα, ἢ πολλὰς ἐν αὐτῇ. Αἱ δὲ ἀρχαὶ ἀεὶ τὰ μέχρις αὐτῶν διακόψασαι, αὐτὰ ἄλλα προάγουσι πράγματα· τὰ δ’ ἐπὶ τοσοῦτον προχωρεῖν δύναται, ἐφ’ ὅσον ἂν μὴ ἄλλη ποθὲν ἐπιστᾶσα ἀρχὴ τὰ μετ’ αὐτὴν μὴ τοῖς ἔμ‐
190προσθεν ἀκολουθεῖν ἀλλ’ ἑαυτῇ κελεύσῃ. Εἴη δ’ ἂν ἀρχή, καὶ ὄνος, καὶ κύων, καὶ ψύλλα. Οὐ γὰρ πα‐ ραιρήσει οὐδὲ τῆς ψύλλης, μὰ τὸν Ἀπόλλω, τὴν ἐξου‐ σίαν· ἀλλ’ ὁρμήσει τινὰ ἰδίαν ὁρμὴν ἡ ψύλλα, ἣ καὶ τοῖς ἀνθρωπίνοις πράγμασιν ἐνίοτε συμπλακεῖσα ἀρ‐
195χὴν ἑαυτὴν παρέξεταί τινος ὁδοῦ. Σὺ δὲ χρώμενος οὐκ αἴσθῃ τῷ γένει τούτῳ.
Τρηχῖν’ ἐξεῖλες πόλιν Ἡρακλέος θείοιο, ὦ Λοκρέ· σοὶ δὲ Ζεὺς ἄτας δῶκ’, ἠδ’ ἔτι δώσει. Τί φής; Οὐ γὰρ ἐπέπρωτο ὑφ’ ὑμῶν ἐξαιρεθῆναι αὐτήν;383

14

(200)

Καὶ τί αἴτιοι ἡμεῖς, ἀλλ’ οὐχ ἡ ὑμετέρα ἀνάγκη; Οὐ δίκαια ποιεῖς, ὦ Ἄπολλον, οὐδ’ ὀρθῶς ἐπιτιμᾷς τοῖς οὐδὲν ἀδικοῦσιν ἡμῖν. Ὁ δὲ Ζεὺς οὗτος, ἡ τῆς ὑμε‐ τέρας ἀνάγκης ἀνάγκη, τί ἡμᾶς τίννυται, ἀλλ’ οὐκ (εἴπερ ἄρα) ἑαυτόν, ὅτι τοιαύτην κατέδειξεν εἶναι τὴν
205ἀνάγκην; Τί δὲ καὶ ἀπειλεῖ ἡμῖν; Ἢ τί ἡμεῖς, ὡς ὄντες. τούτου κύριοι, λιμώττομεν; Ἀλλὰ καὶ ἤτοι ἀνοικισθήσεται πρὸς ἡμῶν, ἢ οὔ· ὁπότερον δ’ ἂν ᾖ, τοῦτο πέπρωται. Λῆξον δή, ὦ Ζεῦ λιμοποιέ, τοῦ θυ‐ μοῦ· ἔσται γὰρ ὃ πέπρωται, καὶ τοῦτο προστέτακται
210ποιεῖν ὁ σὸς εἱρμός· ἡμεῖς δὲ πρὸς τοῦτον οὐδέν ἐσμεν. Παῦσαι δὲ καὶ σύ, ὦ Ἄπολλον, μάταια χρησμῳδῶν· ἔσται γὰρ ὃ δὴ ἔσται, κἂν σὺ σιωπᾷς. Ἡμεῖς δέ, ὦ Ζεῦ καὶ Ἄπολλον, τί πάθωμεν, οὐδὲν ὄντες αἴτιοι τῆς ὑμετέρας νομοθετήσεως, τοῦτ’ ἔστιν ἀναγκοθετήσεως;
215Τί δ’ ἡμῖν καὶ ταῖς ὑμετέραις ἄταις, ἃς αὐτοὶ ἔχειν δίκαιοί ἐστε ὑπὲρ ὧν ἡμεῖς ἠναγκάσθημεν; Οἰταῖοι, μὴ σπεύδετ’ ἀτασθαλίῃσι νόοιο. Ἀλλ’ οὐ σπεύδομεν, ὦ Ἄπολλον, ἀλλ’ ἐλαυνόμεθα, οὐδὲ ἀτασθαλίαις, ἀλλὰ τῆ ὑμετέρᾳ ἀνάγκῃ. Τὸν δὲ
220Λυκοῦργον ἐκεῖνον πῶς, ὦ Ἄπολλον, ἐπαινεῖς, ὃς οὐκ ἦν ἀγαθός, οὔτε ἑκών, οὔθ’ ἑλόμενος, ἀλλ’ ἄκων; εἴπερ που καὶ γίνεταί τις ἀγαθὸς ἄκων. Ἔοικε δὲ ὃ νῦν ποιεῖτε, ὡς εἴ τις τοὺς μὲν καλοὺς τὰ σώματα ἐπαινοίη καὶ γεραίροι, τοὺς δὲ αἰσχροὺς ψέγοι καὶ κο‐
225λάζοι. Δίκαια γὰρ εἴποιεν ἂν πρὸς ὑμᾶς οἱ πονηροί, ὅτι οὐκ ἐπετρέψατε ἡμῖν, ὦ θεοί, ἀγαθοῖς γίνεσθαι, οὐ μόνον δέ, ἀλλὰ καὶ ἐβιάσασθε εἶναι πονηρούς· οἵ τε ἀγαθοί, εἰ ἐξηγκωνισμένοι περιπατοῖεν, οὐκ ἐπι‐ τρέψει τις αὐτοῖς, ἀλλὰ φήσει, Ὦ Χρύσιππέ τε καὶ
230Κλέανθες καὶ ὅσοι τούτου τοῦ χοροῦ, (ὑμεῖς γὰρ πε‐ ποίησθε εἶναι ἀγαθοί,) ἐγὼ μὲν ἀρετὴν ἐπαινῶ, ὑμᾶς δὲ τοὺς ἐναρέτους οὐκ ἐπαινῶ. Ἀλλὰ καὶ τὸν Ἐπίκου‐ ρον, ὃν σὺ πολλά, ὦ Χρύσιππε, ἐβλασφήμησας, ἐγὼ τό γε ἐπὶ σοὶ ἀφίημι τῶν ἐγκλημάτων. Τί γὰρ πάθῃ
235ὃς οὐχ ἑκὼν ἦν μαλακὸς οὐδὲ ἄδικος, ὥσπερ πολλάκις αὐτὸν ἐλοιδόρησας; Εὐτάκτων θνητῶν βιοτῇ θεοὶ ἵλαοί εἰσιν, εὐσεβέων θ’ ἁγίας θυσίας τιμάς τε δέχονται. Δοκεῖτε δέ μοι οὐκ ἂν ταῦτα λέγειν, μὴ πεπεισμένοι
240ὅτι οὐκ ἄκοντες ἀλλὰ βουλόμενοι χωροῦσιν, ἐφ’ ἃ χω‐ ροῦσιν. Ἃ δ’ ἂν βουληθῶσι τῶν οὕτω προεληλεγμέ‐ νων, οὔτε θεὸς οὔτε ἄνθρωπος σοφιστὴς τολμήσει λέ‐
γειν ὅτι ὑποτέτακται· ἢ λόγους μὲν οὐκέτι πρὸς αὐτὸν ποιησόμεθα, σκύτος δέ· τι τῶν εὐτόνων λαβόντες, ὡς384
245ἐπ’ ἀνάγωγον παῖδα, τὰς πλευρὰς εὖ μάλα καταξα‐ νοῦμεν αὐτοῦ. Τοσαῦτα πρὸς τὸν χρησμῳδὸν ὁ Οἰ‐
νόμαος ἀπετείνατο.385